- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.3.3-8.3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者驳斥了虚空有助于声音传播的观点,转而提出阿那克萨哥拉关于太阳热力引发微尘动荡的学说。阿摩尼乌斯随后对此进行修正,剔除了微粒作响的假定;斯拉叙罗斯则强调昼夜间人类活动与外界喧嚣的差异,阿里斯托德谟斯则指出夜间发声者自身的迫切心理亦是使声音更加响亮的原因。
κἀγώ, τοῦ Ἀμμωνίου κελεύοντος εἰπεῖν τι πρὸς αὐτὸν αἱ μὲν πρῶταί σου τῶν ὑποθέσεων ἔφην ὦ φίλε Βόηθε, καίπερ πολὺ τὸ κενὸν ἔχουσαι μενέτωσαν· τῇ δὲ φωνῇ τὸ κενὸν οὐκ ὀρθῶς πρὸς σωτηρίαν καὶ κίνησιν ὑποτίθεσθε. σιωπῆς γὰρ οἰκεῖον καὶ ἡσυχίας τὸ ἀναφὲς καὶ ἀπαθὲς καὶ ἄπληκτον, ἡ δὲ φωνὴ πληγὴ σώματος διηχοῦς, διηχὲς δὲ τὸ συμπαθὲς αὑτῷ καὶ συμφυὲς εὐκίνητον δὲ καὶ κοῦφον καὶ ὁμαλὸν καὶ ὑπήκοον τοῦ διʼ εὐτονίαν καὶ συνέχειαν, οἷός ἐστι παρʼ ἡμῖν ὁ ἀήρ. καὶ γὰρ ὕδωρ καὶ γῆ καὶ πῦρ ἄφωνα καθʼ ἑαυτά, φθέγγεται δὲ πνεύματος ἐμπεσόντος ἅπαντα καὶ ψόφους καὶ πατάγους ἀναδίδωσι· χαλκῷ δὲ κενοῦ μὲν οὐδὲν μέτεστιν, ὁμαλῷ δὲ πνεύματι καὶ λείῳ κεκραμένος εὔπληκτός ἐστι καὶ ἠχώδης. εἰ δὲ δεῖ τῇ ὄψει τεκμαίρεσθαι, φαίνεται μᾶλλον ὁ σίδηρος ἔχων τι σαθρὸν καὶ πολύκενον καὶ τενθρηνῶδες· ἔστι δὲ κακόφωνος σφόδρα καὶ τῶν μεταλλικῶν κωφότατος. οὐδὲν οὖν ἔδει τῇ νυκτὶ παρέχειν πράγματα συσπῶντας αὐτῆς τὸν ἀέρα καὶ συντείνοντας, ἑτέρωθι δʼ αὖ χώρας καὶ κενότητας ἀπολείποντας, ὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα καὶ δύναμὶς ἐστιν.1 ἄνευ δὲ τούτων ἔδει δή που τὰς ἀνωμάλους νύκτας, οἷον ὁμιχλώδεις καὶ δυσχειμέρους, ἠχωδεστέρας εἶναι2 τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς, διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους ἐκεῖ δʼ ὅθεν μεθίστανται χώραν ἔρημον ἀπολείπειν σωμάτων καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς καὶ θερινῆς· ὧν οὐδέτερον ἀληθές ἐστι. διὸ τὸν λόγον τοῦτον ἀπολελοιπὼς ἐπιβάλλω τὸν Ἀναξαγόραν, ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δῆλόν ἐστι τοῖς διὰ τοῦ φωτὸς ἀεὶ διᾴττουσι ψήγμασι μικροῖς καὶ θραύμασιν, ἃ δή τινες τίλας καλοῦσιν ταῦτʼ οὖν φησιν ὁ ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα διʼ ἡμέρας δυσηκόους τῷ ψόφῳ τὰς φωνὰς ποιεῖν, νυκτὸς δὲ φαίνεσθαι τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον.
当阿摩尼乌斯催促我对波埃图斯发表看法时,我说道: ‘亲爱的波埃图斯,你的那些第一假定,尽管包含着大量虚空,就姑且保留着吧;但你们为了声音的保全和运动而假定虚空,这是不正确的。因为不可触知、不受影响、不受撞击的特性,本属于沉默与寂静;而声音乃是共鸣物体的受击,具有共鸣性的物体则是能与自身共感并连结为一体的物体,它由于自身的张力与连续性而易于活动、轻盈、均匀且顺从,正如我们周围的空气一样。事实上,水、土和火本身都是无声的,但当风息冲入其中时,它们都会发声并发出各种响声与轰鸣;青铜之中绝无虚空,却因调和了均匀而平滑的气息,而易受撞击且富有回响。如果必须凭视觉来推断,铁在外观上倒显得松脆、多有虚空且呈蜂窝状;然而它发声极差,在金属之中最为沉闷。因此,完全没有必要给夜晚添麻烦,让它的空气收缩和紧绷,并在别处留下空间和虚空,仿佛空气是声音的阻碍并破坏着声音的实质一样——而空气本身正是声音的实质、物体和力量。抛开这些不谈,按照将原子推挤于此处而在它们撤离的彼处留下无物体之空间的说法,那些不均匀的夜晚,如雾夜和暴风雪之夜,理应比晴朗而调和均匀的夜晚更加富有回响;而且最显而易见的是,寒冷的白昼理应比温暖的夏夜更加富有回响;然而这两者皆非事实。因此,我舍弃这一论说而提出阿那克萨哥拉的观点,他说空气在太阳的作用下产生震颤与脉动的运动,这从光线中不断穿梭的细小粉尘和碎屑中显而易见,有些人正称之为“尘埃”。于是此人指出,这些微粒在白天因受热而嘶嘶作响,因其嘈杂使得声音难以听清,而在夜间它们的晃荡和声响则平息下来。’
ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀμμώνιος ἔφη γελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες· οὐ μὴν ἀλλʼ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν· οὔτε γὰρ πιθανὸς οὔτʼ ἀναγκαῖος, ἀλλʼ ὁ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ ἡ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς διασπᾶν καὶ διαρρίπτειν πολλάκις. ὁ γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς φωνῆς καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι· νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης φησίν, "οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότʼ ὦρτʼ ἀνέμων, ἅ τις κατεκώλυε κιδναμένα μελιαδέα γᾶρυν ἀραρεῖν ἀκοαῖσι βροτῶν." πολλάκις μὲν γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς ὁ τοῦ ἀέρος σάλος ἔναρθρον ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ μέντοι τι τοῦ πλήθους φέρει καὶ τοῦ μεγέθους. ἡ μὲν οὖν νὺξ αὐτὴ καθʼ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος· ἡ δʼ ἡμέρα μέγα, τὸν ἣλιον, ὥσπερ αὐτὸς ὁ Ἀναξαγόρας εἴρηκεν.
我说完这些后,阿摩尼乌斯说道: ‘我们自以为驳斥了德谟克利特,又企图修正阿那克萨哥拉,或许显得十分可笑;然而,阿那克萨哥拉的那些物体所发出的嘶嘶声无论如何都必须予以剔除。因为这既不可信亦非必要,而物体在光照下震颤摇摆的运动,就足以屡屡将声音撕裂和驱散。正如前面所说,空气自身作为声音的物体和实质而提供出来,若处于静止状态,它便能将声响的各个部分和运动从远处以笔直、平滑且连续的途径传播开来。因为无风与平静是富有回响的;反之,正如西蒙尼德所说: “那时摇撼树叶的微风亦未吹起, 否则它散播开来,便会阻碍甘美如蜜的歌声 谐和地进入凡人的耳中。” 因为空气的动荡往往甚至不允许声音的形态清晰分节地抵达感官,并且始终会削夺其音量和宏大的一角。因此夜晚本身并不具有激荡空气之物;而白昼则拥有巨大的动因,即太阳,正如阿那克萨哥拉自己所言。’
ὑπολαβὼν δὲ Θράσυλλος ὁ Ἀμμωνίου υἱὸς εἶτʼ ἔφη τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτιᾶσθαι, τὸν δʼ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν; ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδʼ ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλʼ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα "δεξιὰ σημαίνων, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρων" οἱ δʼ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας νέα ἐφʼ ἡμέρῃ φρονέοντες ὥς φησι Δημόκριτος, οὔτʼ ἀφώνοις οὒτʼ ἀπράκτοις ἐνεργείαις· καὶ τὸν ὄρθρον ὁ Ἴβυκος οὐ κακῶς κλυτὸν προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη φθέγγεσθαι συμβέβηκε· τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ὁ ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς.
阿摩尼乌斯的儿子斯拉叙罗斯接着说道: ‘那么,凭着宙斯起誓,我们究竟是出于何种念头,竟认为应当归咎于空气那些隐微而仅凭理智把握的运动,却忽视了它显而易见的动荡与撕扯?因为这位天上的伟大统治者宙斯,绝非隐匿行迹,亦非悄无声息地微动空气的细微部分,而是甫一显现便唤醒并震荡万物,“向右方昭示征兆,唤醒民众投身劳作”;人们亦随之而动,正如德谟克利特所言,如同经历新生一般“随新的一天产生新的思绪”,从事着既非无声亦非无所作为的活动。伊比库斯将清晨称为“可听闻的”,亦非无因,因为正是在此时,聆听与发声恰好同时发生。而在夜间,万物安息,空气大多不起波澜且无喧哗,自然将声音完好无损地传递至我们耳边。’
παρὼν οὖν Ἀριστόδημος ὁ Κύπριος ἀλλʼ ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρʼ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά τισιν ἢ διαπυνθανόμενοι3 συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν,4 ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.
当时在场的塞浦路斯人阿里斯托德谟斯说道: ‘但是请看,斯拉叙罗斯,大军团的夜战与夜行军,岂不反驳了这一观点?因为即便空气处于扰动与动荡之中,它们也使声音丝毫不减共鸣。此外,我们自身的缘故也起到一定作用:我们在夜间所发出的声音,大都伴随着骚乱和急迫的情感,我们或是向人发号施令,或是急切盘问,从而提高了嗓门。因为在我们本性最适宜安歇的时刻,将我们唤起从事行动与言论的力量,决非微小或温和的,而是巨大的,且受某种重大迫切需要的催促,以至于声音也随之以更强烈的声势传播出去。’
- 721eὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα καὶ δύναμὶς ἐστιν
由 ὥσπερ 引导的宾格绝对结构(ἐμποδὼν ὄντα... καὶ φθείροντα),用以揭示论敌假设的荒谬性。关系代词 ἧς 的先行词是前面的 φωνῇ(声音),而 αὐτός 则指代主语 ὁ ἀήρ(空气)。整体构成鲜明对比:“仿佛空气是声音的阻碍,破坏着它的实质——而空气自身正是这实质、物体与力量”。
- 721eἔδει δή που τὰς ἀνωμάλους νύκτας... ἠχωδεστέρας εἶναι
无人称动词 ἔδει 支配宾格加不定式结构(τὰς ἀνωμάλους νύκτας... ἠχωδεστέρας εἶναι),引出一个与事实相反的推论(归谬法)。意为“如果对方的假定成立,那么不均匀的夜晚理应更加富有回响,但事实并非如此”。
- 722eαὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά τισιν ἢ διαπυνθανόμενοι
关系代词 ὧν 融合了先行词(如 τούτων),作部分属格或 φθεγγόμεθα 的支配成分,意为“在我们夜间所发出的言语之中”。后面的分词 ἢ διαπυνθανόμενοι 与句中表示行动的成分并列,共同归结为主句的主谓结构 συντόνους ποιούμεθα τὰς γεγωνήσεις。
- 722eτὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν
中性单数定冠词 τὸ 跨过插入的关系从句(ἐν ᾧ... ἄγειν),直接修饰现在分词 ἐξανιστάν,使之名词化作为主语,意为“在最应当安静之时将我们唤起投身行动与言论的力量/事物”。谓语部分为 οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν(决非微小亦非温和)。
