← 普鲁塔克

食桌谈话录

§8.3.1-8.3.2

夜间声音响亮清晰的原因与原子论解释

在雅典阿摩尼乌斯宅邸外发生骚乱之后,客人们探讨起为何夜晚声音回响更宏大清晰,波埃图斯运用伊壁鸠鲁派的原子与虚空理论,从夜间寒冷导致虚空间隙扩大的角度作出了解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3.1

θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρʼ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν·1 ἐστρατήγει δὲ τὸ τρίτον ὁ Ἀμμώνιος. ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόν τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δʼ ἔξω τῶν ἐντὸς οὐχ ὁμοίως. καὶ ὁ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπʼ Ἀριστοτέλους λελύσθαι· τὴν γὰρ φωνὴν τῶν ἔνδον ἔξω φερομένην εἰς ἀέρα πολὺν καὶ ἀναπεπταμένον εὐθὺς ἐξαμαυροῦσθαι καὶ διασπείρεσθαι, τὴν δʼ ἔξωθεν εἴσω κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι καὶ διαμένειν εὔσημον· ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν. ἐμοὶ μὲν οὖν εἶπεν οὐ φαύλως ἡ πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν ἢ κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ὁ ἀὴρ κατʼ Ἐμπεδοκλέα "νυκτὸς ἐρημαίης ἀλαώπιδος," ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. ἐπεὶ δὲ δεῖ καὶ τὰ διʼ ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίων ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦ ἴδιόν ἐστιν, ἡ περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία· τίς ἂν ἔφη πρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος;

当我们在雅典的阿摩尼乌斯家中受款待时,一阵喧闹声在房屋四周回响,外面有人大声呼唤将军;当时阿摩尼乌斯正第三次出任将军。在他派遣身边的几个人平息了骚乱、遣散了人群之后,我们便探讨起为何屋内的人能听清外面叫喊者的声音,而外面的人却不能同样听清屋内之人的声音。阿摩尼乌斯说,这个问题亚里士多德已经解决了:因为屋内之人的声音传到室外,进入广大开阔的空气中,便立即暗淡并消散了;而从外面传入室内的声音则不受这种影响,反而汇聚起来,保持清晰。但他认为更需要探讨的是,为何在夜间声音更加富有回响,并且在宏大的同时纯粹地保持着清晰。 ‘因此在我看来,’他说道,‘当天命在视觉无所作为或作用极微之时,为听觉安排了清晰度,绝非无端之举。因为正如恩培多克勒所言,在“孤寂而盲目的黑夜”中,昏暗的空气从双眼中夺走了多少预先感知的功用,便通过双耳如数奉还。但既然我们还必须找出自然中出于必然性而完成的那些原因——而探究物质与工具性的本原正是自然哲学家的本分——那么你们当中有谁,’他说道,‘愿率先提出一番具有说服力的论述?’

§8.3.2

ἡσυχίας δὲ γενομένης, Βόηθος ἔφη νέος μὲν ὢν ἔτι καὶ σοφιστεύων ἀπὸ γεωμετρίας αἰτήμασι χρῆσθαι καὶ λαμβάνειν ἀναποδείκτους ὑποθέσεις, νυνὶ δὲ χρήσεσθαί τισι τῶν προαποδεδειγμένων ὑπʼ Ἐπικούρου. φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι·; πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις· ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος,2 μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι χώραν ἐπέχουσιν· ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας, πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις μεγάλας ποιοῦσι· τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος· ἡ γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις· διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει· καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους, ἐξ ὧν ὑποκεχώρηκεν. ἡ δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις ἢ τυφλοῦται παντάπασιν, ἢ διασπάσματα λαμβάνει μεγάλα καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς· ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ· τὸ δʼ ἐμπλησθὲν ἢ στερεοῦ σώματος ἤ τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν ᾗ δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος ὁ χαλκός, ᾗ πολύκενος καὶ ὄγκον ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλʼ ἄφθονον ἔχων τὸ τῆς ἐπιεικοῦς καὶ ἀναφοῦς μεμιγμένον οὐσίας,3 ἣ ταῖς τʼ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει; μέχρι ἂν ἁψάμενός τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ τὸ κενόν· ἐνταῦθα δʼ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν. ταῦτʼ ἔφη δοκεῖ μοι τὴν νύκτα ποιεῖν ἠχώδη, τὴν δʼ ἡμέραν ἧττον θερμότητι καὶ διαχύσει τοῦ ἀέρος μικρὰ τὰ διαστήματα τῶν ἀτόμων ποιοῦσαν μόνον ἔφη μηδεὶς ἐνιστάσθω πρὸς τὰς πρώτας ὑποθέσεις.

一阵沉寂之后,波埃图斯说道,当他尚且年轻从事修辞论辩时,曾使用来自几何学的公设并接受未经证明的假定,但如今他将采用伊壁鸠鲁先前所证明的某些原理。 ‘实在之物在非存在之中运动。因为大量的虚空散布并掺杂在空气的原子之间。因此,当空气扩散开来,并因稀疏而具有广度与流转空间时,微粒之间的虚空便留存得微小狭窄,而分散的原子则占据着广阔的处所;然而当空气收缩,微粒被压缩于狭小的空间,彼此受迫碰撞在一起时,它们便在外部制造出极大的空旷和巨大的间距。而这在夜间是由于寒冷而发生的。因为热力会使之松弛、分离并瓦解凝结;因此沸腾、软化和融化的物体占据更多的空间;反之,凝固和变冷的物体则彼此靠拢、聚集,并在容纳它们的器皿中留下虚空与它们所退出的空间。声音在传播并遭遇众多密集的物体时,要么全然被窒息,要么遭受极大的撕裂、多次的碰撞与迟滞;但在虚空而无物体的间隙中,它拥有平滑、连续且无阻碍的径路,能够抵达听觉,凭借速度将言辞与清晰度一同保全。因为你看,空器皿在受到敲击时,更能对打击作出响应并将声响传向远方,且往往在周围成圆环状广泛传播;而装满固体或某种液体的器皿则完全变得发不出声,因为声音既无通道亦无处所可供穿透。在物体本身当中,黄金和石头由于充实而发声微弱、不易共鸣,并迅速熄灭其内部的声音;而青铜则响亮悦耳,因为它多有虚空、体量轻盈且质地疏松,并未被许多连续的物体所挤压,反而蕴含着大量掺杂其中的柔顺且不可触知的实质,这种实质既为其他运动提供了便利,又能善意地接纳声音并将其传递;直到有人如同在路上拦截一般触摸它,封闭了虚空,此时它便因受阻而止步不再向前。这些,’他说道,‘在我看来使夜晚变得富有回响,而白昼由于热力和空气的扩散使原子的间距变小,因而回响较少。只是,’他说道,‘切莫有人对这些最初的假定提出异议。’

语法注3 条
  1. 1ἐπιβοωμένων τὸν στρατηγόν

    在独立属格结构 ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν 中,分词 ἐπιβοωμένων 是现在中动/被动态,支配宾格 τὸν στρατηγόν(意为‘大声呼叫将军’)。其主语(如 ἀνθρώπων)在句中省略,依上下文补足。

  2. 720eὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος

    在 ὅταν 从句中,主语名词(ὁ ἀήρ)与系动词(ᾖ)被省略。阳性单数主格分词 διακεχυμένος 和 ἔχων 在意义上承前指向空气(ἀήρ)。由于紧随其后的对应从句(ὅταν δὲ συσταλῇ...)使用了虚拟式限定动词,前半句实际上构成了省略 ᾖ 的迂说虚拟式或微弱的破格结构。

  3. 721cτὸ τῆς ἐπιεικοῦς καὶ ἀναφοῦς μεμιγμένον οὐσίας

    中性单数分词 τὸ μεμιγμένον 名词化为‘掺杂之物/混合’,由 ἄφθονον(大量的、丰富的)修饰,支配表示质料或部分属格的 τῆς ἐπιεικοῦς καὶ ἀναφοῦς... οὐσίας(柔顺且不可触知的实质,即伊壁鸠鲁派所谓的虚空)。整个结构充当 ἔχων 的宾语,意为‘富含大量柔顺且不可触知的实质的混入’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.3.1-8.3.2