- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.2.3-8.2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托布鲁斯论述神借由几何学赋予混乱质料以界限与形相,随后叙述者结合《蒂迈欧篇》的三分说与“作一形与已知一形相等且与另一形相似”的几何问题,阐释了神造化宇宙的真谛。
ταῦθʼ ἡμεῖς ἐπῃνοῦμεν. ὁ δὲ Τυνδάρης φθονεῖν ἔφασκε καὶ παρεκάλει τὸν Αὐτόβουλον ἅψασθαι Φλώρου καὶ κολάσαι τὸν λόγον. ὁ δὲ τοῦτο μὲν ἀπεῖπεν, ἰδίαν δέ τινα δόξαν ἀντιπαρήγαγεν. ἔφη γὰρ οὔτε τὴν γεωμετρίαν ἄλλου τινὸς ἢ τῶν περὶ τὰ πέρατα συμπτωμάτων καὶ παθῶν εἶναι θεωρητικήν, οὔτε τὸν θεὸν ἑτέρῳ τινὶ τρόπῳ κοσμοποιεῖν ἢ περατοῦντα τὴν ὕλην ἄπειρον οὖσαν, οὐ μεγέθει καὶ πλήθει, διὰ δʼ ἀταξίαν καὶ πλημμέλειαν αὐτῆς τὸ ἀόριστον καὶ ἀπεράτωτον ἄπειρον εἰωθότων καλεῖν τῶν παλαιῶν.1 καὶ γὰρ ἡ μορφὴ καὶ τὸ σχῆμα πέρας ἐστὶ τοῦ μεμορφωμένου καὶ ἐσχηματισμένου παντός, ὧν στερήσει καθʼ αὑτὴν ἄμορφος ἦν καὶ ἀσχημάτιστος· ἀριθμῶν δὲ καὶ λόγων ἐγγενομένων, οἷον δεθεῖσα καὶ περιληφθεῖσα γραμμαῖς, ἐκ δὲ τῶν γραμμῶν ἐπιπέδοις καὶ βάθεσιν, εἴδη τὰ πρῶτα καὶ διαφορὰς σωμάτων ὥσπερ θεμελίων παρέσχε πρὸς γένεσιν ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρός. ὀκταέδρων γὰρ καὶ εἰκοσαέδρων, ἔτι δὲ πυραμίδων καὶ κύβων ἰσότητας ἐν πλευραῖς καὶ ὁμοιότητας ἐν γωνίαις καὶ ἁρμονίας ἀνασχεῖν ἐξ ὕλης ἀτάκτου καὶ πλανητῆς ἄνευ τοῦ περιορίζοντος καὶ διαρθροῦντος ἕκαστα γεωμετρικῶς ἄπορον ἦν καὶ ἀδύνατον. ὅθεν, ἀπείρῳ πέρατος ἐγγενομένου, τὸ πᾶν ἡρμοσμένον καὶ κεκραμένον ἄριστα καὶ πεπερασμένον γέγονέ τε καὶ γίγνεται, τῆς μὲν ὕλης ἀεὶ βιαζομένης εἰς τὸ ἀόριστον ἀναδῦναι καὶ φευγούσης τὸ γεωμετρεῖσθαι, τοῦ δὲ λόγου καταλαμβάνοντος αὐτὴν καὶ περιγράφοντος καὶ διανέμοντος εἰς ἰδέας καὶ διαφοράς, ἐξ ὧν τὰ φυόμενα πάντα τὴν γένεσιν ἔσχε καὶ σύστασιν.
我们对这些话表示赞同。但廷达瑞斯声称自己心怀嫉妒,并敦促奥托布鲁斯迎战弗洛鲁斯,惩治他的这番言论。然而奥托布鲁斯拒绝了这一要求,反而提出了自己独特的一番见解。他说,几何学所考察的无非是关于界限的附随属性与被动情状,而神创制宇宙的方式,亦无非是为无限的质料设定界限;这种无限并非指体积或数量,而是由于其混乱与失调,古人习惯于将其不确定且无定界的性质称为‘无限’。因为形态与形状乃是一切被塑造和成形之物的界限,质料本身因缺乏这些界限而曾是无定形且无形状的;但随着数目与比例的注入,质料宛如被线条所束缚与包揽,继而又被平面与立体所包揽,从而为气与土、水与火的生成提供了犹如根基般的最初形体与差异。因为八面体、二十面体、乃至棱锥与立方体在棱长上的均等、在角度上的相似以及在比例上的协调,若非有人以几何之法限定并分节每一部分,便绝不可能从杂乱流转的质料中自行产生。因此,当界限注入无限之中,宇宙便得以形成且正在形成,达到了最完美的协调、交融与限定;质料虽始终企图逃逸入不确定之中,逃避被几何化,但理性却将它捕获、勾勒轮廓并分配为诸种形式与差异,一切生长之物皆由此获得了其生成与组织。
ἐπὶ τούτοις ῥηθεῖσιν ἠξίουν κἀμὲ συμβαλέσθαι τι πρὸς τὸν λόγον αὐτοῖς. ἐγὼ δὲ τὰς μὲν εἰρημένας δόξας ὡς ἰθαγενεῖς καὶ ἰδίας αὐτῶν ἐκείνων ἐπῄνεσα καὶ τὸ εἰκὸς ἔφην ἔχειν ἱκανῶς· ὅπως δʼ εἶπον ἑαυτῶν μὴ καταφρονῆτε μηδʼ ἔξω βλέπητε παντάπασιν, ἀκούσατε τὸν μάλιστα παρὰ τοῖς καθηγηταῖς ἡμῶν εὐδοκιμοῦντα περὶ τούτου λόγον. ἔστι γὰρ ἐν τοῖς γεωμετρικωτάτοις θεωρήμασι, μᾶλλον δὲ προβλήμασι, τὸ δυεῖν εἰδῶν δοθέντων ἄλλο τοῖον τρίτον παραβάλλειν τῷ μὲν ἴσον τῷ δʼ ὅμοιον· ἐφʼ ᾧ καί φασιν ἐξευρεθέντι θῦσαι τὸν Πυθαγόραν. πολὺ γὰρ ἀμέλει γλαφυρώτερον τοῦτο καὶ μουσικώτερον ἐκείνου τοῦ θεωρήματος, ὃ τὴν ὑποτείνουσαν ἀπέδειξε ταῖς περὶ τὴν ὀρθὴν ἴσον δυναμένην.2 εὖ λέγεις εἶπεν ὁ Διογενιανὸς ἀλλὰ τί τοῦτο πρὸς τὸν λόγον; εἴσεσθε ῥᾳδίως εἶπον ἀναμνήσαντες αὑτοὺς τῆς ἐν Τιμαίῳ διαιρέσεως, διεῖλε τριχῇ τὰ πρῶτα, ὑφʼ ὧν τὴν γένεσιν ὁ κόσμος ἔσχεν, ὧν τὸ μὲν θεὸν τῷ δικαιοτάτῳ τῶν ὀνομάτων τὸ δʼ ὕλην τὸ δʼ ἰδέαν καλοῦμεν. ἡ μὲν οὖν ὕλη τῶν ὑποκειμένων ἀτακτότατόν ἐστιν, ἡ δʼ ἰδέα τῶν παραδειγμάτων κάλλιστον, ὁ δὲ θεὸς τῶν αἰτίων ἄριστον. ἐβούλετʼ οὖν μηθέν, ὡς ἀνυστὸν ἦν, ὑπολιπεῖν ὁριστὸν ἀόριστον, ἀλλὰ κοσμῆσαι λόγῳ καὶ ἀριθμῷ τὴν φύσιν· ἕν τι ποιῶν ἐκ πάντων ὁμοῦ τῶν ὑποκειμένων, οἷον ἡ ἰδέα καὶ ὅσον ἡ ὕλη γενόμενον. διὸ τοῦτο πρόβλημα δοὺς αὑτῷ, δυεῖν ὄντων, τρίτον ἐποίησε καὶ ποιεῖ καὶ φυλάττει διὰ παντὸς τὸ ἴσον τῇ ὕλῃ καὶ ὅμοιον τῇ ἰδέᾳ τὸν κόσμον· ἀεὶ γὰρ ὢν διὰ τὴν σύμφυτον ἀνάγκην τοῦ σώματος ἐν γενέσει καὶ μετατροπῇ καὶ πάθεσι παντοδαποῖς ὑπὸ τοῦ πατρὸς καὶ δημιουργοῦ βοηθεῖται τῷ λόγῳ πρὸς τὸ παράδειγμα τὴν οὐσίαν ὁρίζοντος·3 καὶ κάλλιον τοῦ συμμέτρου τὸ περίμετρον τῶν ὄντων.
在这些话说完之后,他们要求我也为他们的讨论贡献一二。我称赞所发表的见解皆为发言者自身独立独创的卓见,且具有充分的合理性。 ‘然而,’我说道,‘为了让你们不致轻视自己,亦不致一味向外寻觅,请听听在我们师长之间就此问题最受推崇的说法。因为在最具几何特征的定理中——或者毋宁说是作图题中——有这样一道题:在已知两个图形的情形下,作出第三个这样的图形,使其与前者面积相等,而与后者形状相似。相传毕达哥拉斯在发现这道题时曾举行过献祭。因为这道题确实比证明斜边所具之幂等于夹直角两边之幂的那个定理要精妙且雅致得多。’ ‘说得好,’狄奥根尼阿努斯说道,‘但这对我们的论题有何相干?’ ‘只要你们回想一下《蒂迈欧篇》中的划分,便会很容易明白,’我说道,‘他在其中将宇宙由之生成的最初本原划分为三,我们以最恰当的名称将其一称为神,其二称为质料,其三称为理念。在所有基质中,质料最为杂乱;在所有范型中,理念最为优美;而在所有原因中,神最为至善。因此,神决意尽可能不让任何可以限定之物留于不定,而是以理性和数目来饰化自然;将所有基质融汇为一个整体,使之具有如理念般的性质和如质料般的广大。因此,神将这道题交付给自己,在二者并存的情形下,创制、正在创制并永恒保全着第三者——即与质料相等且与理念相似的宇宙。因为宇宙由于肉体固有的必然性,始终处于生成、变异和各色情状之中,但它受到父与造物主的护佑,后者以理性根据范型限定其本质;而且在存在之物中,包容的外周远胜于被度量的度量。’
- 719dδιὰ δʼ ἀταξίαν καὶ πλημμέλειαν αὐτῆς τὸ ἀόριστον καὶ ἀπεράτωτον ἄπειρον εἰωθότων καλεῖν τῶν παλαιῶν
此处为包含语序倒置(hyperbaton)的独立属格结构(εἰωθότων τῶν παλαιῶν)。介词短语 διὰ δʼ ἀταξίαν καὶ πλημμέλειαν αὐτῆς 修饰分词 εἰωθότων 或不定式 καλεῖν;动词 καλεῖν 带直接宾语 τὸ ἀόριστον καὶ ἀπεράτωτον(其不定且无定界的性质)与补足成分/宾格表语 ἄπειρον(“无限”):即“由于古人习惯因其混乱与不协调而将其不确定且无界限的性质称为‘无限’”。
- 720aταῖς περὶ τὴν ὀρθὴν ἴσον δυναμένην
古希腊数学中的专业惯用表达:动词 δύναμαι 与副词性中性宾格 ἴσον 连用,表示“在平方(幂)上等于……”。αἱ περὶ τὴν ὀρθήν 是指“夹直角的两边”的标准术语,其与格 ταῖς 由 ἴσον 所支配。整句指“其平方等于夹直角两边之平方和的[弦]”,即毕达哥拉斯定理(欧几里得《几何原本》I.47)。
- 720cὑπὸ τοῦ πατρὸς καὶ δημιουργοῦ βοηθεῖται τῷ λόγῳ πρὸς τὸ παράδειγμα τὴν οὐσίαν ὁρίζοντος
属格分词 ὁρίζοντος 在语法和语义上皆与由介词 ὑπὸ 引导的动作发出者属格短语 τοῦ πατρὸς καὶ δημιουργοῦ(“父与造物主”)相一致。尽管它与受修饰语之间被被动动词 βοηθεῖται 所隔开,但它表示该动作主体的伴随动作或方式:“宇宙受到父与造物主的护佑,后者以理性根据范型限定其本质”。
