← 普鲁塔克

食桌谈话录

§8.2.1-8.2.2

关于神永远行几何学这一柏拉图名言的阐释

在狄奥根尼阿努斯的提议下,众人围绕相传为柏拉图名言的“神永远在行几何学”之意展开讨论。廷达瑞斯论述了几何学使灵魂脱离感性而转向永恒理念的作用,随后弗洛鲁斯提出,神行几何学是指依照应得的几何比例(分配正义)而非机械的算术平等来统治万物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.2.1

ἐκ δὲ τούτου γενομένης σιωπῆς, πάλιν ὁ Διογενιανὸς ἀρξάμενος βούλεσθʼ εἶπεν, ἐπεὶ λόγοι περὶ θεῶν γεγόνασιν, ἐν τοῖς Πλάτωνος γενεθλίοις αὐτὸν Πλάτωνα κοινωνὸν παραλάβωμεν,1 ἐπισκεψάμενοι τίνα λαβὼν γνώμην ἀπεφήνατʼ ἀεὶ γεωμετρεῖν τὸν θεόν; εἴ γε δὴ θετέον εἶναι τὴν ἀπόφανσιν ταύτην Πλάτωνος. ἐμοῦ δὲ ταῦτʼ εἰπόντος ὡς γέγραπται μὲν ἐν οὐδενὶ σαφῶς τῶν ἐκείνου βιβλίων, ἔχει δὲ πίστιν ἱκανὴν καὶ τοῦ Πλατωνικοῦ χαρακτῆρὸς ἐστιν· εὐθὺς ὑπολαβὼν ὁ Τυνδάρης οἴει γάρ εἶπεν, ὦ Διογενιανέ, τῶν περιττῶν τι καὶ δυσθεωρήτων αἰνίττεσθαι τὸν λόγον, οὐχ ὅπερ αὐτὸς εἴρηκε καὶ γέγραφε πολλάκις, ὑμνῶν γεωμετρίαν, ὡς ἀποσπῶσαν ἡμᾶς προσισχομένους τῇ αἰσθήσει καὶ ἀποστρέφουσαν ἐπὶ τὴν νοητὴν καὶ ἀίδιον φύσιν, ἧς θέα τέλος ἐστὶ φιλοσοφίας οἷον ἐποπτεία τελετῆς; ὁ γὰρ ἡδονῆς καὶ ἀλγηδόνος ἧλος, ὃς πρὸς τὸ σῶμα τὴν ψυχὴν προσηλοῖ, μέγιστον κακὸν ἔχειν ἔοικε, τὸ τὰ αἰσθητὰ ποιεῖν ἐναργέστερα τῶν νοητῶν, καὶ καταβιάζεσθαι πάθει μᾶλλον ἢ λόγῳ κρίνειν τὴν διάνοιαν· ἐθιζομένη γὰρ ὑπὸ τοῦ σφόδρα πονεῖν καὶ ἥδεσθαι τῷ περὶ τὰ σώματα πλανητῷ καὶ μεταβλητῷ προσέχειν ὡς ὄντι τοῦ ἀληθῶς ὄντος τυφλοῦται, καὶ τὸ μυρίων ἀντάξιον ὀμμάτων ὄργανον ψυχῆς καὶ φέγγος ἀπόλλυσιν, ᾧ μόνῳ θεατὸν ἐστι τὸ θεῖον. πᾶσι μὲν οὖν τοῖς καλουμένοις μαθήμασιν, ὥσπερ ἀστραβέσι καὶ λείοις κατόπτροις, ἐμφαίνεται τῆς τῶν νοητῶν ἀληθείας ἴχνη καὶ εἴδωλα· μάλιστα δὲ γεωμετρία κατὰ τὸν Φίλωνα ἀρχὴ καὶ μητρόπολις οὖσα τῶν ἄλλων ἐπανάγει καὶ στρέφει τὴν διάνοιαν, οἷον ἐκκαθαιρομένην καὶ ἀπολυομένην ἀτρέμα τῆς αἰσθήσεως. διὸ καὶ Πλάτων αὐτὸς ἐμέμψατο τοὺς περὶ Εὔδοξον καὶ Ἀρχύταν καὶ Μέναιχμον εἰς ὀργανικὰς καὶ μηχανικὰς κατασκευὰς τὸν τοῦ στερεοῦ διπλασιασμὸν ἀπάγειν ἐπιχειροῦντας, ὥσπερ πειρωμένους διʼ ἀλόγου δύο μέσας ἀνάλογον, ᾗ παρείκοι, λαβεῖν· ἀπόλλυσθαι γὰρ οὕτω καὶ διαφθείρεσθαι τὸ γεωμετρίας ἀγαθὸν αὖθις ἐπὶ τὰ αἰσθητὰ παλινδρομούσης καὶ μὴ φερομένης ἄνω μηδʼ ἀντιλαμβανομένης τῶν ἀιδίων καὶ ἀσωμάτων εἰκόνων, πρὸς αἷσπερ ὢν ὁ θεὸς ἀεὶ θεός ἐστι.

在此之后出现了一阵沉默,狄奥根尼阿努斯再次开口说道: “既然我们已经谈到了神明,你们是否愿意在柏拉图的诞辰上,把柏拉图本人也拉来作为我们讨论的同伴,探究一下当他断言‘神永远在行几何学’时究竟抱有何种用意?——如果我们确实应当承认这一断言出自柏拉图的话。” 当我表示,这句话虽然未曾明文写在他本人的任何著作中,却具有充分的真实性且符合柏拉图的思想特征时,廷达瑞斯随即接口说道: “狄奥根尼阿努斯,你难道认为这句话是在暗示某种深奥玄妙、难以参透的事理,而不是他自己在赞美几何学时屡次说过且写过的那样吗?——即几何学将依附于感官知觉的我们剥离出来,引向可知且永恒的本性,对这一本性的观照乃是哲学的终极目的,正如得睹密教的最高仪式一般。因为把灵魂钉在肉体上的快乐与痛苦之钉,似乎包藏着最大的祸患,那就是使可感之物显得比可知之物更为清晰,并迫使理知凭藉情感而非理性来作判断;因为理知因剧烈的痛苦与快乐而习惯于关注围绕肉体的流变之物,将其视为真实存在,从而对真正存在者变得盲目,并丧失了那‘抵得上一万只眼睛’的灵魂器官与光明,而唯有凭藉它,神圣之物才是可观照的。因此,在一切所谓的学科中,就如同在平整光滑的明镜中一样,映现着可知真理的痕迹与影像;但尤其是几何学,如斐洛所说作为其他诸学的源头与宗主城邦,它向上引导并扭转理知,使之仿佛悄然地从感觉中净化并解脱出来。因此,柏拉图本人也曾责难欧多克索斯、阿契塔斯和墨奈克穆斯一流的人,因为他们试图将立体的倍增化归为器械与机械的构造,宛如试图在可能借力之处以无理性的方式求得两个比例中项;因为他说,几何学的益处将因此丧失并毁灭,它退回到了可感之物中,不再上升,亦不再把握永恒且无形体的形象——正是与这些形象同在,神才永远是神。”

§8.2.2

μετὰ δὲ τὸν Τυνδάρην ὁ Φλῶρος, ἑταῖρος ὢν αὐτοῦ καὶ προσποιούμενος ἀεὶ μετὰ παιδιᾶς ἐραστὴς εἶναι καὶ φάσκων, ὤνησας ἔφη τὸν λόγον οὐ σεαυτοῦ ποιησάμενος ἀλλὰ κοινόν ἐλέγξαι γὰρ ἔδωκας αὐτὸν ἀποδεικνύοντι2 μὴ θεοῖς οὖσαν ἀλλʼ ἡμῖν ἀναγκαίαν τὴν γεωμετρίαν οὐ γάρ τί που καὶ θεὸς δεῖται μαθήματος οἷον ὀργάνου στρέφοντος ἀπὸ τῶν γενητῶν καὶ περιάγοντος ἐπὶ τὰ ὄντα τὴν διάνοιαν ἐν αὐτῷ γὰρ ἔστιν ἐκεῖνα καὶ σὺν αὐτῷ καὶ περὶ αὐτόν. ἀλλʼ ὅρα μή τι σοι προσῆκον ὁ Πλάτων καὶ οἰκεῖον αἰνιττόμενος λέληθεν, ἅτε δὴ τῷ Σωκράτει τὸν Λυκοῦργον ἀναμιγνὺς οὐχ ἧττον ἢ τὸν Πυθαγόραν, ὡς ᾤετο Δικαίαρχος. ὁ γὰρ Λυκοῦργος οἶσθα δήπουθεν ὅτι τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δημοκρατικὴν καὶ ὀχλικὴν οὖσαν, ἐξέβαλεν ἐκ τῆς Λακεδαίμονος· ἐπεισήγαγε δὲ τὴν γεωμετρικήν, ὀλιγαρχίᾳ σώφρονι καὶ βασιλείᾳ νομίμῃ πρέπουσαν· ἡ μὲν γὰρ ἀριθμῷ τὸ ἴσον ἡ δὲ λόγῳ τὸ κατʼ ἀξίαν ἀπονέμει· καὶ οὐ πάνθʼ ὁμοῦ μίγνυσιν, ἀλλʼ ἔστι χρηστῶν καὶ πονηρῶν εὔσημος ἐν αὐτῇ διάκρισις, οὐ ζυγοῖς οὐδὲ κλήροις ἀρετῆς δὲ καὶ κακίας διαφορᾷ τὸ οἰκεῖον ἀεὶ διαλαγχανόντων. ταύτην ὁ θεὸς ἐπάγει τὴν ἀναλογίαν τοῖς πράγμασι, δίκην καὶ νέμεσιν, ὦ φίλε Τυνδάρη, προσαγορευομένην καὶ διδάσκουσαν ἡμᾶς τὸ δίκαιον3 ἴσον, ἀλλὰ μὴ τὸ ἴσον δεῖν ποιεῖσθαι δίκαιον ἣν γὰρ οἱ πολλοὶ διώκουσιν ἰσότητα, πασῶν ἀδικιῶν οὖσαν μεγίστην, ὁ θεὸς ἐξαιρῶν, ὡς ἀνυστόν ἐστι, τὸ κατʼ ἀξίαν διαφυλάττει, γεωμετρικῶς τῷ κατὰ λόγον καὶ κατὰ νόμον ὁριζόμενος.

廷达瑞斯之后,作为他的同伴且总在戏谑中自称是他爱慕者的弗洛鲁斯说道: “你把这篇话变成了大家的共同之资,而非据为己有,真是做了一件大好事;因为你给了那些证明几何学并非对诸神而是对我们必不可少的人一个驳斥这篇话的机会。因为神绝不需要一门学问作为工具,把理知从生成之物引开并转向真实存在者;因为那些存在者就在神之中,与神同在,且围绕着神。然而,不妨看看柏拉图是否在未被察觉间暗示了某种与你切身相关的道理,因为正如狄开阿库斯所认为的那样,他把吕库古斯与苏格拉底融合在一起的程度,绝不亚于把毕达哥拉斯与苏格拉底相融合。正如你必定知晓的,吕库古斯把算术比例作为民主派和平民大众的产物逐出了拉栖代梦,而引入了几何比例,后者契合于审慎的寡头政体与合法的君主政体。因为前者按数目分配均等,而后者则按比例分配应得的份额;它绝不将万物混为一谈,而是在其中对善人与恶人有着清晰的辨别,众人绝非凭借天平或抽签,而是凭借美德与恶德的差异始终分得应得之分。我的朋友廷达瑞斯啊,神正是将这种比例加之于万事万物之上,它被称为正义与惩罚,并教导我们应当将正义之事视作平等,而非将平等视作正义。因为大众所追求的平等实乃一切不义中之最大者,神尽可能将其根除,而保全那各得其所的应得之分,以符合理性与法则的方式按几何之法加以界定。”

语法注3 条
  1. 718cβούλεσθʼ ... παραλάβωμεν

    直陈式现在时第二人称复数 βούλεσθε 后接第一人称复数不定过去时虚拟式 παραλάβωμεν,构成表示商榷与提议的句式:“你们是否愿意我们把……接纳进来?”

  2. 719aἐλέγξαι γὰρ ἔδωκας αὐτὸν ἀποδεικνύοντι

    主要动词 ἔδωκας(“你给予/允许”)支配不定式 ἐλέγξαι(“驳斥”)和与格分词 ἀποδεικνύοντι(“对证明……的人”),代词 αὐτόν 指代前文的 τὸν λόγον:“你向证明……的人提供了驳斥该论点的机会”。

  3. 719bτὸ δίκαιον ἴσον, ἀλλὰ μὴ τὸ ἴσον δεῖν ποιεῖσθαι δίκαιον

    由 δεῖν 支配的 ποιεῖσθαι 构成双宾格结构(宾语+宾语补足语):前半句省略 δεῖν,形成 τὸ δίκαιον ἴσον [ποιεῖσθαι](“应当以正义者为平等”),与后半句 μὴ τὸ ἴσον δεῖν ποιεῖσθαι δίκαιον(“而不应当以平等者为正义”)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.2.1-8.2.2