- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.1.1-8.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
借由苏格拉底与柏拉图相连的诞辰,宾客们探讨了历史上同日巧合的事件以及卡尔内阿德斯同在阿波罗节日出生之事,并进而探讨了神明如何在不违背不朽性的前提下在质料与凡人中施加生殖力量的哲学与神话议题。
τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον, τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἤγομεν, καὶ τοῦτο πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξε Διογενιανὸς ὁ Περγαμηνός. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστʼ αὐτῇ ὅμοια ποιεῖ τοῦτο μέντοι μουσικῶς ἔοικεν ἀπαυτοματίσαι τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν.1 ἐμοὶ δὲ πολλὰ λέγειν ἐπῄει τοῖς παροῦσι τῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων·2 οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέρᾳ καθʼ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον, ἀποθανόντος δὲ καθʼ ἣν ἐγεννήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίᾳ τυράννων· ἅμα τῆς τύχης, ὡς Τίμαιος ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης ἐμνήσθησαν δὲ καὶ τῆς Ἀλεξάνδρου τοῦ βασιλέως τελευτῆς καὶ τῆς Διογένους τοῦ Κυνὸς ἡμέρᾳ μιᾷ γενομένης. καὶ τὸν μὲν Ἄτταλον·ν ἐν τοῖς ἑαυτοῦ γενεθλίοις τὸν βασιλέα τελευτῆσαι συνεφωνεῖτο· Πομπήιον δὲ Μάγνον οἱ μὲν ἐν τοῖς γενεθλίοις ἔφασαν, οἱ δὲ πρὸ μιᾶς ἡμέρας τῶν γενεθλίων ἀποθανεῖν περὶ Αἴγυπτον. ἧκε δὲ καὶ Πίνδαρος ἐπὶ μνήμην ἐν Πυθίοις γενόμενος πολλῶν καὶ καλῶν ὕμνων τῷ θεῷ χορηγός.
在塞盖利翁月上旬的第六天庆祝了苏格拉底的诞辰之后,我们在第七天庆祝柏拉图的诞辰;这首先为我们提供了契合这一巧合的谈资,佩尔加蒙的狄奥根尼阿努斯率先开启了讨论。 因为他说,伊翁关于命运的说法绝非无端之谈,即命运虽与智慧大不相同,却能做出极多与智慧相似之事;而年长者与导师不仅在时间上如此切近,而且顺理成章地出生在前,这确实像是以一种富于韵律的方式自然偶然形成的。 我当时也想到要向在场的人提及诸多同时汇聚的巧合事例:例如关于欧里庇得斯的出生与去世,他出生于希腊人在萨拉米斯与米底人进行海战的那一天,而去世于西西里僭主中的大狄奥尼西奥斯出生的那一天;正如提迈欧所说,命运在送走悲剧性苦难的摹仿者的同时,引进了施行苦难的竞技者。 他们还提到了亚历山大国王的逝世与狗儒狄奥根尼的死发生在同一天。而且人们一致认为阿塔罗斯国王死于他自己的诞辰;至于庞培·马格努斯,有人说他死于诞辰,有人则说他死于诞辰的前一天,在埃及附近。品达也被人们回忆起来,他出生于皮托竞技会期间,为这位神明提供了许多优美的赞歌。
ὁ δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης· ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια Κυρηναίων ἀγόντων· ἑβδόμῃ δʼ ἀμφοτέρας ἑορτάζουσι. καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖς εἶπεν οἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου Χείρωνος ἀπειργασμένον. ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθʼ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδʼ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν.
然而弗洛鲁斯说,在柏拉图的诞辰上,奉行学园秘仪的最著名人物卡尔内阿德斯也绝不应被认为不配受到怀念;因为两人都出生于阿波罗的节日,一人是在雅典的塞盖利亚节,另一人是在昔兰尼人举行卡尔尼亚节之时;而两个节日都在初七举行。 “这位神明自身,”他说,“因生于此日,你们这些神谕宣示者和祭司称其为‘七日所生’(赫布多马格涅斯)。因此,我认为没有人会说,那些将柏拉图的孕育归于阿波罗的人是在羞辱神明;神通过有如第二位喀戎的苏格拉底,将此人铸造成我们的医者,用以对治更大的痛苦与病患。” 同时,他还提到了相传柏拉图的父亲阿里斯同在梦中所见的景象与声音,那声音严禁他在十个月内与妻子同房或碰触她。
ὑπολαβὼν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος ἄξιον μέν ἐστιν ἔφη περὶ Πλάτωνος ᾄδειν καὶ λέγειν τὸ "οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο·" τοῦ γὰρ θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον ἢ τὸ γεννώμενον·3 μεταβολὴ γάρ τις καὶ αὐτὴ καὶ πάθος· ὥς που καὶ Ἀλέξανδρος ὑπενόησεν, εἰπὼν μάλιστα θνητὸν καὶ φθαρτὸν ἐπιγιγνώσκειν ἑαυτὸν ἐν τῷ συγγίγνεσθαι γυναικὶ καὶ καθεύδειν ὡς τὸν μὲν ὕπνον ἐνδόσει γιγνόμενον ὑπʼ ἀσθενείας, γένεσιν δὲ πᾶσαν οἰκείου τινὸς εἰς ἕτερον ἔκστασιν καὶ φθορὰν οὖσαν. ἀναθαρρῶ δὲ πάλιν αὐτοῦ Πλάτωνος ἀκούων πατέρα καὶ ποιητὴν τοῦ τε κόσμου καὶ τῶν ἄλλων γεννητῶν τὸν ἀγέννητον καὶ ἀίδιον θεὸν ὀνομάζοντος, οὐ διὰ σπέρματος δήπου γενομένων, ἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφʼ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος4 "λήθουσι γάρ τοι κἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν παρῇ τόκος." καὶ οὐδὲν οἴομαι δεινόν, εἰ μὴ πλησιάζων ὁ θεὸς ὥσπερ ἄνθρωπος, ἀλλʼ ἑτέραις τισὶν ἁφαῖς διʼ ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρας γονῆς τὸ θνητόν. κοὐκ ἐμὸς ὁ μῦθος εἶπεν ἀλλʼ Αἰγύπτιοι τὸν τʼ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆς σελήνης· καὶ ὅλως ἄρρενι θεῷ πρὸς γυναῖκα θνητὴν ἀπολείπουσιν ὁμιλίαν ἀνάπαλιν δʼ οὐκ ἂν οἴονται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεως ἀρχὴν παρασχεῖν διὰ τὸ τὰς οὐσίας τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι.
斯巴达人廷达瑞斯接着说道: “关于柏拉图,歌咏并言说这句诗确实是恰当的: ‘他看起来绝不像是 凡人所生的儿子,倒像是出自神明。’ 然而我担心,生育本身与被生出一样都是某种变化与受动,因而似乎有悖于神圣者的不朽性。正如亚历山大在某处也曾领悟到的那样,他说自己在与女人同房和睡眠时最深切地意识到自己是必死且易朽的;因为睡眠乃是因衰弱而屈服所致,而一切生殖都是自身固有的某些东西外溢并损耗至他者之中。但当我听到柏拉图本人称那非受生且永恒的神为宇宙及其他一切被造物的父亲与制造者时,我便重拾了信心——它们当然不是通过精液生成的,而是神以另一种力量在质料中植入了生殖的本原,质料在其作用下受到触动并发生转变: ‘因为风的穿行确实不为人知地 穿过雌鸟,唯当产卵之时方显。’ 我认为,倘若神并非像凡人那样亲身靠近,而是通过其他媒介,以某种别样的接触和碰触,使这凡人之躯发生转变并充盈着更为神圣的繁殖力量,这丝毫没有什么匪夷所思之处。 这并非我个人的传说,”他说,“埃及人也说阿庇斯牛就是这样因月光的触碰而受孕的;大体上,他们承认雄性神明与凡间女子的交往,但反过来,他们认为凡人男子绝不可能为雌性女神提供生产与受孕的开端,因为他们认为诸神之实体存于空气、气息以及某些热性与湿性之中。”
- 1τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν
不定式短语带有定冠词 τό,作为动词 ἀπαυτοματίσαι 的主语或表述内容。与格 τῇ δόξῃ 可理解为“按照常理/预期”(即理所应当的顺序)或“在声望上”;在此语境下指长者兼导师在出生顺序上合乎情理地理应在先。
- 717cτῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων
部分属格,修饰前面的代词 πολλὰ(“许多事情”)。属格 καιροῦ 与 εἰς ταὐτό 结合,意为“在同一时刻/日期中重合的事情之中”。
- 717eτοῦ γὰρ θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον ἢ τὸ γεννώμενον
由 δέδια μή(担忧/害怕……)引导的从句。主语是实质化的中性分词 τὸ γεννῶν(生育/产生),与 οὐχ ἧττον ἢ τὸ γεννώμενον(不亚于被生出)构成对比。动词 μάχεσθαι 支配与格 τῷ ἀφθάρτῳ(与不朽相悖),而句首的属格 τοῦ θείου 修饰 τῷ ἀφθάρτῳ,表示“神圣者的不朽属性”。
- 718aἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφʼ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος
以 τοῦ θεοῦ 为主语、ἐντεκόντος 为分词的属格独立结构,借 δέ 与前面的分词短语 οὐ διὰ σπέρματος δήπου γενομένων 构成对比。分词 ἐντεκόντος(源自 ἐντίκτω)以与格 τῇ ὕλῃ 为间接宾语,宾格 γόνιμον ἀρχήν 为直接宾语,意为“神以另一种力量在质料中植入生殖的本原”。
