- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对法沃里努斯的观点,奥托布鲁斯驳斥了亚里士多德将秋梦虚妄归咎于新果的理论,转而论证这是由于秋季特有的寒冷与干燥导致体内精气凝滞暗昧所致。
εἶτα διαβλέψας πρὸς τοὺς περὶ τὸν Αὐτόβουλον καὶ μειδιάσας ἀλλʼ ὁρῶ εἶπεν ὑμᾶς οἵους τʼ ὄντας ἤδη σκιαμαχεῖν πρὸς τὰ εἴδωλα καὶ δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴν1 οἴεσθαί τι ποιεῖν καὶ ὁ Αὐτόβουλος παῦε ποικίλλων2 ἔφη πρὸς ἡμᾶς οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας.3 ἐπʼ ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃ μαχούμεθα κατηγορούσῃ τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ προσηκόντως. τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλύουσαν, ὡς Ἀντίμαχος ἔφη, τὴν ὀπώραν γεννωμένην ἄρτι προσφερόμενοι ἧττον ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸν ἐκεῖνο καὶ μανικὸν ἔχουσι. καὶ μὴν οἴνου γε τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα· καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι δὲ Πιθοίγια προσαγορεύουσι· γλεύκους δὲ ζέοντος ἀεὶ ἀφαιρεῖσθαι καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου καὶ τῶν ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων· πλὴν εἴ τι θερμόν ἐστιν ἢ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός;. τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δʼ ἄλλοις οὔ· οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι τῆς ἰκμάδος ἢ ξηραινομένης διʼ ἔνδειαν ἢ διʼ ἀσθένειαν. ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι ἢ θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις· καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. διὸ χαριέντως Ὅμηρος εἴωθε διεροὺς βροτοὺς καλεῖν, καὶ τὸ μὲν χαίρειν ἰαίνεσθαι, ῥιγεδανόν δὲ καὶ κρυερόν τὸ λυπηρὸν καὶ τὸ φοβερόν. ὁ δʼ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονται, λοιδορουμένης τῷ ὀνόματι τῆς ξηρότητος. ἔτι τὸ μὲν αἷμα κυριωτάτην τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἔοικε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἷον γῆρας εἶναι τὸ φθινόπωρον· οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲ τὸ θερμὸν ἔρρωται· δεῖγμα δὲ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. τοῖς δὴ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. οὐδὲν οὖν τρανὸν οὐδʼ ἔναρθρον οὐδʼ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι,4 μέχρι οὗ παχὺ καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν.
随后,他看了看奥托布鲁斯及其同伴,微笑着说: “但我看, 你们如今已准备好同这些影像展开空拳搏击,且自以为对古说动起手来——宛如触碰一幅画作——便是做成了某件了不起的大事。” 奥托布鲁斯答道: “休要对我们 耍弄花巧了;盖因我们心知肚明,你若非欲使亚里士多德的学说受人尊奉,又何必将德谟克利特的学说如阴影般并置其旁来作烘托?因此,我们将转而针对前一个学说,并同它作战,因它平白无故地归咎于新果实与亲爱的秋收果物。夏日与初秋即是果实最好的见证:那时,正如安提马科斯所言,当秋果方生、最为青嫩多汁之际,我们即便食用它们,所遭遇的梦境反倒不那么虚妄欺人;而如今那些落叶之月已与冬季为邻,此时的粮食多经熟化,残留的硬壳果物亦已干瘪起皱,早无复那等刺激与狂乱之气。况且,即便最早饮用新酒之人,亦是在严冬过后的花月才开怀畅饮;那一天,我们称作好精灵之日,雅典人则称作开瓮节;我们亦可见就连酒农们也常惧怕从翻腾沸滚的新酿中取用。因此,我们休再诬谤诸神的赐予,而当循着时序之名以及那些虚妄不实之梦所昭示的另一条路径追寻下去。盖落叶之月之所以得名,实因草木之叶此时皆因寒冷与干燥而纷纷凋零;除非某些树木或温或油润,如橄榄、月桂与棕榈,或汁液充沛,如香桃木与常春藤。盖其自身的调和性质足以自固,其余草木则不然;盖因胶着凝聚之素已无存留,湿气若非因寒冷而凝滞,便是因匮乏或脆弱而干涸。草木固赖湿与温而勃发繁茂,动物尤甚;反之,冷与燥则极具毁灭性。是以荷马常极尽精妙地将凡人称为‘润生之辈’,将欣喜谓之‘温暖’,而将可悲可怖之事物谓之‘令人战栗’与‘冰冷彻骨’。死者亦被呼为‘无汁者’或‘干尸’,此等名目皆是对干燥的责难。再者,在我们体内最具统御之力的血液兼具温暖与湿润,而衰老则二者皆亏。在年岁周流之中,秋日正宛如某种暮年:湿气尚未至,温热已不再充盛;它纯然成了干燥与寒冷并具的征候,致使肉体极易为疾患所侵。故灵魂势必与肉体同受感应,尤其是当气息凝结成霜之际,其占验灵知便宛若蒙翳浓雾之鉴镜,晦暗不明。因此,只要它仍旧浓稠、无光且闭缩,便无法在心象之中呈现出任何清晰、分明或昭彰之物。”
- 3δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴν
比喻用法。将对古人旧说(δόξῃ παλαιᾷ)指手画脚、妄加评判,比作将手触碰(ἁφὴν προσφέρω)古旧的画作(γραφή)。
- 3παῦε ποικίλλων
主动命令式 παῦε 后接补充分词 ποικίλλων,意为“停止耍弄花样/雕饰”,相当于中动态 παύου 的用法。ποικίλλω 指修辞上的雕琢粉饰或弄巧。
- 3ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας
源自绘画技法的比喻。如同画师在主体旁施加阴影(σκιά)以衬托主体一样,此处指责对方将德谟克利特的学说并置在亚里士多德学说(αὐτῇ)之旁,仅是为了烘托后者。
- 736bοὐδὲν οὖν τρανὸν οὐδʼ ἔναρθρον οὐδʼ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι
谓语动词 ἀποδίδωσι 的主语为前文的“占验能力”(τὸ μαντικόν)或“精气”(τὸ πνεῦμα)。随后的 μέχρι οὗ 从句主语相同,指精气或预言能力处于浓浊闭塞状态时,无法在表象中显现出任何分明之物。
