- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:8.0.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克致信索西乌斯·塞内基奥,论述了在宴席中摒弃哲学言论与教养比撤去灯光更为有害,并援引农神节的仪式说明缪斯之教化对克制狂乱酒性的意义,随后交代本卷(第八卷)记录了去年柏拉图诞辰日上的讨论。
οἱ φιλοσοφίαν, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν συμποσίων ἐκβάλλοντες οὐ ταὐτὸ ποιοῦσι τοῖς τὸ φῶς ἀναιροῦσιν, ἀλλὰ χεῖρον, ὅσῳ λύχνου μὲν ἀρθέντος οἱ μέτριοι καὶ σώφρονες οὐδὲν ἔσονται κακίους, τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον ἔχοντες·1 ἀμαθίας δὲ δὴ καὶ ἀμουσίας σὺν οἴνῳ παρούσης, οὐδʼ ὁ τῆς Ἀθηνᾶς χρυσοῦς λύχνος ἐκεῖνος εὔχαριν ἂν πότον καὶ κόσμιον παράσχοι. σιωπῶντας μὲν γὰρ ἐμπίπλασθαι μετʼ ἀλλήλων κομιδῇ συῶδες καὶ ἴσως ἀδύνατον· ὁ δὲ λόγον μὲν ἀπολιπὼν ἐν συμποσίῳ, τὸ δὲ τεταγμένως χρῆσθαι λόγῳ καὶ ὠφελίμως οὐ προσιέμενος, πολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖν2 καὶ τρώγειν τοὺς δειπνοῦντας, ἄκρατον δὲ τὸν οἶνον αὐτοῖς ἐγχέοντος καὶ τοὔψον ἀνήδυντον καὶ ἀκάθαρτον παρατιθέντος. οὔτε γὰρ ποτὸν οὐδὲν οὔτʼ ἐδεστὸν οὕτως ἀηδὲς καὶ βλαβερόν ἐστι μὴ θεραπευθὲν ὃν προσήκει τρόπον, ὡς λόγος ἀκαίρως καὶ ἀνοήτως ἐν συμποσίῳ περιφερόμενος. τὴν γοῦν μέθην οἱ λοιδοροῦντες φιλόσοφοι λήρησιν πάροινον ἀποκαλοῦσι· τὸ δὲ ληρεῖν οὐδέν ἐστιν ἀλλʼ ἢ3 λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει· λαλιᾶς δʼ ἀτάκτου καὶ φλυαρίας εἰς ἄκρατον ἐμπεσούσης, ὕβρις καὶ παροινία τέλος ἀμουσότατον καὶ ἀχαριστότατον. οὐ φαύλως οὖν καὶ παρʼ ἡμῖν ἐν τοῖς Ἀγριωνίοις τὸν Διόνυσον αἱ γυναῖκες ὡς ἀποδεδρακότα ζητοῦσιν εἶτα παύονται καὶ λέγουσιν, ὅτι πρὸς τὰς Μούσας καταπέφευγε καὶ κέκρυπται παρʼ ἐκείναις· μετʼ ὀλίγον δέ, τοῦ δείπνου τέλος ἔχοντος, αἰνίγματα καὶ γρίφους ἀλλήλοις προβάλλουσι· τοῦ μυστηρίου διδάσκοντος,4 ὅτι λόγῳ τε δεῖ χρῆσθαι παρὰ πότον θεωρίαν τινὰ καὶ μοῦσαν ἔχοντι, καὶ λόγου τοιούτου τῇ μέθῃ παρόντος, ἀποκρύπτεται τὸ ἄγριον καὶ μανικόν, ὑπὸ τῶν Μουσῶν εὐμενῶς κατεχόμενον. ἃ τοίνυν ἐν τοῖς Πλάτωνος γενεθλίοις πέρυσι καὶ ἀκοῦσαι καὶ εἰπεῖν συνέτυχεν ἡμῖν, πρῶτα τοῦτο περιέχει τὸ βιβλίον. ἔστι δὲ τῶν συμποσιακῶν ὄγδοον.
索西乌斯·塞内基奥啊,那些将哲学从宴席中驱逐出去的人,所做的并不是与撤去灯光之人相同的事,而是更糟;因为一旦灯盏被撤去,克制而明智的人绝不会因此变坏,他们将彼此间的敬畏之心看得比相互注视更为重要;然而若无知与粗鄙伴随着美酒而至,即便是雅典娜那盏著名的金灯,也无法带来优雅而有序的饮宴。 固然,彼此默默不语地狼吞虎咽,完全是猪类的行径,或许也是不可能的;但若是有人在宴席上保留了言论,却不接纳有序且有益地运用言论,此人便比那种一方面认为食客应当吃喝、另一方面却为他们倒上纯酒并端上未经调味和粗粝不洁菜肴的人荒谬得多。 因为任何饮料或食物若未以恰当的方式予以调治,都不如在宴席中不合时宜、愚昧无知地传播的言论那样令人不快且有害。 无论如何,那些斥责醉酒的哲学家将其称作“醉中胡言”;而胡言乱语无非就是运用空洞而虚妄的言论;当无序的闲谈与虚妄之语坠入纯酒之中,傲慢与酒后乱行便是最缺乏教养、最失风雅的结局。 因此,在我们这里,阿格里奥尼亚节时妇女们去寻找狄奥尼索斯,仿佛他已经逃跑,随后停止寻找并宣称他已逃奔缪斯那里并被藏匿在她们身旁,这绝非无端之举;不久之后,在宴席结束之际,她们彼此提出谜语与难题;这秘仪昭示着:在饮酒之时应当运用具有某种沉思与缪斯韵味的言论,而当这种言论伴随着沉醉之时,野蛮与狂乱便被隐藏起来,受到缪斯仁慈的抑制。 那么,在去年的柏拉图诞辰日上我们所碰巧听闻与讲述的事情,便首先收录于本书之中。这正是《宴席闲谈》的第八卷。
- 1τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον ἔχοντες
运用带定冠词不定式的比较结构。分词 ἔχοντες 与前句的主语 οἱ μέτριοι καὶ σώφρονες 一致;其直接宾语是定冠词中性单数宾格的不定式 τὸ αἰδεῖσθαι,而 τοῦ βλέπειν ἀλλήλους 则充当从属于比较级形容词 μεῖζον 的比较属格,意为“将相互敬畏视作比彼此注视更为重大”。
- 716eπολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖν
带冠词的分词 τοῦ ... οἰομένου(连同后续并列的分词 ἐγχέοντος 与 παρατιθέντος)是从属于比较级形容词 γελοιότερος 的比较属格。此处对比了主语“在宴席上保留了言论却不接纳…”的人(ὁ δὲ λόγον μὲν ἀπολιπὼν ...)与“认为食客应当吃喝却奉上生酒和粗食”的人(τοῦ ... οἰομένου ...)。
- 716eοὐδέν ἐστιν ἀλλʼ ἢ
否定词 οὐδέν 与连词 ἀλλʼ ἤ 构成固定搭配,意为“除……之外无它”或“无非是……”。其后承接的不定式短语 λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει 构成了主语(带冠词不定式 τὸ δὲ ληρεῖν)的实质表语内容。
- 717aτοῦ μυστηρίου διδάσκοντος
属格独立结构,对前文所述阿格里奥尼亚节仪式行为的象征意义予以解释或提供理由,下接 ὅτι 引导的名词性从句,意为“鉴于该秘仪教导说……”。
