- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.10.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对尼科斯特拉托斯的提议,兰普里亚斯提出反驳,论证美酒非但不会削弱理性,反而能消除恐惧与险恶,从而促进坦诚与求真的商议。
ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν οἴει γὰρ ἄν ἔφη τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος εἶτʼ ἔφη περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθʼ ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων γὰρ εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δʼ ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτω καὶ τὴν διάνοιαν. οὐ θαυμάσαιμί δ’ ἄν, εἴ τι τῶν φιλοσόφων καὶ περιττῶν ἐκφύγοι παρʼ οἶνον εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν1 ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον, ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς, καὶ τὸ ῥεμβῶδες καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶντας2 ὀρχηστάς τε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐν συμποσίοις ἢ θεάτροις πράττοντας. ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς· πολλοῖς δʼ ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐ βδελυρὰν οὐδʼ ἄκρατον ἀλλʼ εὔχαριν καὶ πιθανὴν, προστίθησιν ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίας εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ μεστὸν Ἄρεος εἶναι, τοὺς ἕπτʼ ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. θερμαντικός γὰρ ὢν κατὰ τὸν Πλάτωνα τῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον· ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν, ὥσπερ ὁ λιβανωτός, ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὕπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις· ἔστι δὲ παρρησίας καὶ διʼ αὐτὴν ἀληθείας γονιμώτατος. ἧς μὴ παρούσης, οὐδὲν ἐμπειρίας οὐδʼ ἀγχινοίας ὄφελος. ἀλλὰ πολλοὶ τῷ ἐπιόντι χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰ κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον· κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον· ἀλλʼ ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένη ὑπʼ ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας· ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων3 οὐκ ἄφρονας οὐδʼ ἠλιθίους ἀλλʼ ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐδὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν, εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον. τοὐναντίον δʼ οἱ παλαιοὶ τὸν θεὸν Ἐλευθερᾶ καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴν ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ τὸ βακχεύσιμον καὶ μανιῶδες ὥσπερ Εὐριπίδης εἶπεν, ἀλλʼ ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶν καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν.
于是,我的兄弟带着几分狡黠与智者派的机敏说道: “难道你真的以为,在当下的场合,会有人能针对这个问题找到行之有效的论据吗?” 尼科斯特拉托斯回答说他确实这样认为,因为有如此之多的文人和政要在此;对方微微一笑,说道: “那么,你难道认为你自己能就这些事情向我们发表充分的言论,却会因饮酒而无法进行实际的和政治性的思虑吗?抑或,这好比是认为饮酒者用眼睛固然能很好地环视,但用耳朵却听漏了与他相遇并交谈之人,反而能准确倾听那些歌唱者和吹笛者的声音?因为正如在这种情况下,感官更容易被实用之物而非华巧之物所吸引,对理智来说也是如此。如果哲学性的精微话题在酒席间溜走,我不会感到惊奇;但当心思被引向实际的思虑时,它理当会因理智而凝聚并收敛起来。正如腓力在喀罗尼亚,虽因饮酒而胡话连篇且滑稽可笑,但关于停战与和平的话题一传入他的耳中,他便立刻端正了容貌,紧锁双眉,驱散了轻浮与放荡,给予雅典人一个经过极其深思熟虑且清醒沉着的答复。 再者,饮酒与烂醉是不同的。那些醉到胡言乱语的人,我们认为他们应当离席去睡;但当平日有理智的人多饮了些酒并在对饮时,没有必要害怕他们在推理上失足并丧失经验,因为我们看到舞者和齐特拉琴手在宴会上的表现并不比在剧场中差。经验若在场,也能使身体在各项活动中保持端正,并协调而安全地运动;纯酒为许多人增添了有助于勇气的无畏,这种无畏既非令人厌恶,亦非放纵不羁,而是温雅且极具说服力的。正像人们传说埃斯库罗斯是在边饮酒边创作悲剧,而且正如高尔吉亚所言,不仅他的剧作之一《七雄攻忒拜》是‘充满阿瑞斯的’,而且其所有作品都充满了狄奥尼索斯。 因为按照柏拉图的说法,酒使灵魂与身体一同温热,它使身体敏捷,并为那些伴随着勇气而引出言论的意象冲开通道。因为有些人天生具有发明创造的才智,但在清醒时却胆怯而僵化,当他们饮起酒来,便如乳香一般因温热而散发芳香。而且,酒驱逐了在谋划时绝不亚于任何阻碍的恐惧,熄灭了许多其他不求上进且卑劣的情感,如同展平灵魂的折叠处一般展开了阴险与隐秘,并在言论中彰显出一切品格与情感。酒最能孕育坦诚,并因坦诚而孕育真理。若无此真理,经验与机智皆无裨益;相反,许多人随心之所至行事,反倒比心怀诡计、奸滑地掩盖心中所想之人更易成事。 因此,绝无必要害怕酒会引发情感;因为酒所激发的绝非最卑劣的情感——除非是在那些最恶劣之人的身上,他们的深思部分从未清醒过。正如泰奥弗拉斯托斯因理发店中的闲谈而惯常称其为‘无酒之宴’,同样,一种无酒且阴郁的沉醉也常年盘踞在未受教养之人的灵魂中,被某种愤怒、敌意、争竞或狭隘所扰乱;酒通过磨平而非激化这些情感中的大部分,使人不至变得愚蠢或迟钝,反而变得纯朴与无奸饰,不是忽视利益,而是抉择高尚。那些将奸猾视为能干、将虚妄成见与狭隘视为智虑的人,自然会宣称那些在酒中单纯而无诡计地直言心中所见之人为愚钝。相反,古人称这位神祇为‘解放者’与‘放免者’,并认为他拥有很大一部分预言之力,这并非由于欧里庇得斯所说的‘狂欢而癫狂的本性’,而是因为他将奴性、过度的恐惧与猜忌从灵魂中排除和释放,从而使人与人之间得以运用真理与坦率。”
- 715cεἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν
在此对衬结构中,ἀγομένην(现在被动分词阴性单数宾格)承接前句的 τὴν διάνοιαν,充当不定式 πυκνοῦσθαι καὶ συνίστασθαι 的逻辑主语,构成“当思虑被引向实际考量时,理应因明智而凝聚收敛”的句式骨架。
- 715dὁρῶντας
宾格分词,与非人称短语 οὐκ ἄξιον [ἐστί] 所隐含的逻辑主语(如 ἡμᾶς)一致,表示伴随状况或原因:“既然[我们]看到……就不值得害怕”。
- 716aὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων
关系代词 ὧν 指涉前文列举的一系列负面情感(ὀργῆς、δυσμενείας、φιλονεικίας、ἀνελευθερίας),充当部分属格修饰 τὰ πολλά(分词 ἀμβλύνων 与 παροξύνων 的宾语),意为“酒通过磨平而非激化这些情感中的大部分”。
