- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.9.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
席间有人指责边饮酒边商议政事是波斯人的习俗,格劳基亚斯援引荷马史诗、希腊诸邦的共餐制与哲学集会,反驳指出在酒席中结合言论与谋略乃是地道的希腊传统。
περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡς Περσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον· τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢ Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών "γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων·" Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν "ὁ γέρων πάμπρωτον ὑφαίνειν ἤρχετο μῆτιν;" ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος,1 "δαίνυ δαῖτα γέρουσι," πολλῶν γάρ τοι φησίν "ἀγρομένων τῷ πείσεαι, "ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ."" διὸ καὶ τὰ πλείστῃ χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ "πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου," ἆρʼ οὐκ εἰς ταὐτὸ συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον2 αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον εὐφρόνην προσεῖπον.
当尼科斯特拉托斯设宴招待我们时,席间谈论起雅典人即将在公民大会上审议的事宜;有人说道:“诸位,我们在酒席上谋划政事,实是在做波斯人的勾当。”格劳基亚斯便打断他说:“为何说是波斯人的,而不是希腊人的呢?因为正是希腊人曾说过:‘腹中饱满,谋略与智计方更见长’;随阿伽门农围攻特洛伊的也是希腊人,正是对他们而言,在饱食饮足之后,‘老翁方才率先织就谋略’;他正是为了这个目的,向国王提议召集宴饮,说道:‘当为长老们设宴’,因为他说:‘在众人聚集之中,谁献出最善之策,你便当听从于谁。’ 因此,希腊诸部族中享有最优良法度、对古老习俗最为笃守者,亦在酒筵中掌理政务。因为在克里特人那里被称为‘男宴’、在斯巴达人那里被称为‘共餐’的聚餐,具有机密评议所与贵族议事会的规格,正如依我看,此地的政厅与法官官署亦是如此;柏拉图笔下由最优秀、最通晓邦国之务的人构成的夜间会议,与这些亦相去不远,凡最重大、最值得深思之事皆呈送于彼。再者,那些在 ‘忆及就寝之时,最后向赫尔墨斯奠酒’ 的人,难道不是将言谈与美酒结合在同一处吗?至少,在散席离去之际,他们首先向这位亲临监临、最具智慧的神明祈祷。而极其古老的人们甚至仿佛认为狄奥尼索斯无需赫尔墨斯相助,便直接称狄奥尼索斯本人为‘善谋者’,并因他的缘故将黑夜称为‘和善之夜’。”
- 714bἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος
名词 εἰσηγητής(提倡者、建议者)后接表示目的的介词短语 ἐπʼ αὐτὸ τοῦτο(正是为了此目的),并同时统辖属格 τῆς κλήσεως καὶ τῶν ἀρίστων(召集与宴席)以及与格 τῷ βασιλεῖ(向国王)。此处的 τῶν ἀρίστων 并非阳性形容词 ἄριστος(最优秀者)的复数属格,而是中性名词 ἄριστον(正餐、宴食)的复数属格,与 κλήσεως 形成并列,呼应后文引文中荷马的 δαῖτα(筵席)。
- 714cὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον
由 ὡς 引导的状语分词结构。分词 δεόμενον 与主动词 προσεῖπον 的宾语 τὸν Διόνυσον 在格与性数上一致,表述了古人主观上的看法或理由,意为“仿佛狄奥尼索斯甚至根本不需要赫尔墨斯”。
