← 普鲁塔克

食桌谈话录

§7.10.1

尼科斯特拉托斯对酒席谋事的质疑

尼科斯特拉托斯指出酒席上谋划政事在表面上极不合理,因为酒精会钝化理性、激化激情,并使无知者傲慢自大而不再倾听智者,随后他呼吁众人提出相反的论述为之辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.10.1

ταῦτα τοῦ Γλαυκίου διεξελθόντος, ἔδοξαν ἡμῖν ἐπιεικῶς οἱ θορυβώδεις ἐκεῖνοι κατακεκοιμίσθαι λόγοι, καὶ ὅπως ἔτι μᾶλλον αὐτῶν ἀμνηστία γένοιτο, ζήτησιν ἑτέραν ἐπάγων Νικόστρατος ἔφη πρότερον οὐ πάνυ μέλειν αὐτῷ Περσικοῦ τοῦ πράγματος εἶναι δοκοῦντος· ἐπεὶ δὲ νῦν Ἑλληνικὸν εἶναι πεφώραται, δεῖσθαι λόγου βοηθοῦντος αὐτῷ πρὸς τὴν αὐτόθεν φαινομένην ἀτοπίαν. ὅ τε γὰρ λογισμός, ὥσπερ ὀφθαλμὸς ἐν ὑγρῷ σάλον ἔχοντι, δυσκίνητον ἡμῖν καὶ δύσεργόν ἐστι1 τά τε πάθη πανταχόθεν ὥσπερ ἑρπετὰ πρὸς ἥλιον σαλευόμενα πρὸς τὸν οἶνον καὶ ἀναδυόμενα τὴν γνώμην ἐπισφαλῆ ποιεῖ καὶ ἀκατάστατον. ὅθεν ὥσπερ ἡ κλίνη τοῖς πίνουσι τῆς καθέδρας ἀμείνων, ὅτι τὸ σῶμα κατέχει καὶ ἀπολύει κινήσεως ἁπάσης, οὕτως ἔχειν ἀτρέμα τὴν ψυχὴν ἄριστον· εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κουφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσι· δεῖ γὰρ γελοῖα τὰ σφάλματα τοῖς μεθύουσι ποιεῖν, οὐκ οἰκτρὰ καὶ τραγικὰ καὶ μεγάλας ἀποτεύξεις ἔχοντα. καὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος·2 ὥστε καὶ τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτων ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τοὺς πίνοντας· οὔτε γὰρ ἐλλόγιμος οὔτε καλὸς οὔτε πλούσιος οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος, ὡς φρόνιμος· διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλʼ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον.3 ἀλλὰ γάρ ἔφη τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι· δῆλα γάρ ἐστι· τῶν δʼ ἐναντίων ἀκουστέον, εἴ τις ἢ νέος προσέστηκεν ἢ πρεσβύτερος.

当格劳基亚斯详述完这些之后,那些纷扰的议论在我们看来已大致平息;而为了使它们更被彻底忘却,尼科斯特拉托斯又提出了另一个探究。他说,先前当这件事被认为是波斯人的做法时,他并不怎么放在心上;但如今既然已被查明是希腊人的做法,就需要有一番论证来援助它,以应对其显而易见的荒谬。 “因为我们的理性,正如处于晃荡液体中的眼睛一样,变得难以转动且难以运作;而种种激情,如同爬行动物向着太阳一样,受到酒的激荡而从各方涌现出来,使人的判断变得危险而动摇。因此,正如对饮酒者而言躺椅优于坐椅一样——因为躺椅能约束身体并解除其一切运动——将灵魂保持在静止状态乃是上策。否则,就应当像对无法安静的孩子那样,不给予矛和剑,而给予拨浪鼓和球,正如神把茴香秆交在醉汉手中,作为最轻的投掷物和最柔软的自卫武器,以便由于他们极快挥击,造成的伤害最小;因为醉汉的过失应当是可笑的,而不是可悲、悲剧性并带来重大灾祸的;况且,在关乎最重大事务的思虑中,那最为关键之事——即缺乏智虑且缺乏实际经验之人应当顺从有智慧者并倾听经验丰富者——美酒却从醉汉身上剥夺了它。以至于柏拉图甚至说,酒之所以得名,正因为它使饮者自以为拥有理智。因为在饮酒者中,每一个人都绝不会以为自己是如此知名、俊美或富有——尽管他也自以为如此——如同自以为睿智那般;因此酒使人多言,并使〔人〕充满不合时宜的唠叨和盛气凌人的骄傲,仿佛我们理应不是倾听而是被倾听,不是顺从而是领导他人。然而,”他说,“支持这一观点的论据任何人都能轻易汇集,因为它们显而易见;我们必须听听相反的论点,看看在座是否有哪位青年或长者愿意阐发。”

语法注3 条
  1. 714eδυσκίνητον ἡμῖν καὶ δύσεργόν ἐστι

    虽然主语 ὁ λογισμός 是阳性名词,但表语形容词 δυσκίνητον 和 δύσεργον 却采用中性单数形式。这是希腊语中常见的表语中性用法,将主语视为一种抽象事物或概念,而非严格遵循语法性一致。

  2. 714eκαὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος

    主句的核心是双宾格结构:ὁ οἶνος(主语)ἀφαιρεῖται(动词)τοὺς μεθύοντας(人称宾格)+ 不定式短语(事态宾格)。此处存在明显的语序倒装(hyperbaton):表达被剥夺内容的不定式短语(τὸν ἐνδεᾶ νοῦ... ἕπεσθαι... καὶ... ἀκούειν)前置,并由关系分句(ὅπερ ἐστὶ μέγιστον...)修饰说明其重要性,而主谓结构则被推至句末。

  3. 715aὡς οὐκ ἀκούειν ἀλλʼ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον

    προσῆκον 是无人称动词 προσήκει 的绝对宾格(accusative absolute),与 ὡς 连用构成表示主观假托或看法的从属结构,意为“仿佛我们……乃是适宜的”。在希腊语独立分词结构中,无人称动词的标准惯例是采用宾格而非属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.10.1