- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在腓力的邀请下,讲述者探讨了酒宴上的各类余兴,排斥了粗俗的哑剧,肯定了伴随歌词的竖琴与管乐之功用,强调外在娱乐不应喧宾夺主妨碍席间的哲学言谈,唯在平息纷争时方显其用。
ὁ μὲν οὖν Διογενιανὸς ἢ παυσάμενος ἢ διαλιπὼν ἐσιώπησεν ἐπιφυομένου δʼ αὐτῷ τοῦ σοφιστοῦ πάλιν καὶ ῥήσεις τινὰς οἰομένου δεῖν τῶν Ἀριστοφανείων περαίνειν,1 ὁ Φίλιππος ἐμὲ προσαγορεύσας οὗτος μέν ἔφη τὴν ἐπιθυμίαν ἐμπέπληκε, τὸν ἥδιστον αὐτῷ Μένανδρον ἐπαινέσας, καὶ τῶν ἄλλων οὐδὲν ἔτι φροντίζειν ἔοικε. λείπεται δὲ πολλὰ τῶν ἀκροαμάτων ἡμῖν ἀνεξέταστα, περὶ ὧν ἂν ἡδέως ἀκούσαιμί σου· τὸν δὲ τῶν ζῳδιογλύφων ἀγῶνα βραβεύσομεν αὔριον, ἂν δοκῇ τῷ ξένῳ καὶ Διογενιανῷ, νήφοντες. οὐκοῦν ἔφην ἐγὼ μῖμοί τινες εἰσιν, ὧν τοὺς μὲν ὑποθέσεις τοὺς δὲ παίγνια καλοῦσιν· ἁρμόζειν δʼ οὐδέτερον οἶμαι συμποσίῳ γένος, τὰς μὲν ὑποθέσεις διὰ τὰ μήκη τῶν δραμάτων καὶ τὸ δυσχορήγητον τὰ δὲ παίγνια, πολλῆς γέμοντα βωμολοχίας καὶ σπερμολογίας, οὐδὲ τοῖς τὰ ὑποδήματα κομίζουσι παιδαρίοις, ἄν γε δὴ δεσποτῶν τῶν ᾖ σωφρονούντων,2 θεάσασθαι προσήκει. οἱ δὲ πολλοί, καὶ γυναικῶν συγκατακειμένων καὶ παίδων ἀνήβων, ἐπιδείκνυνται μιμήματα πραγμάτων καὶ λόγων, ἃ πάσης μέθης ταραχωδέστερον τὰς ψυχὰς διατίθησιν. ἀλλʼ ἥ γε κιθάρα πάλαι που καὶ καθʼ Ὅμηρον ἔτι τοῖς χρόνοις γνωρίμη τῆς δαιτός ἐστι, καὶ μακρὰν οὕτω φιλίαν καὶ συνήθειαν οὐ πρέπει διαλύειν, ἀλλὰ δεῖσθαι τῶν κιθαρῳδῶν μόνον, ὅπως τὸν πολὺν θρῆνον καὶ γόον ἐξαιρῶσι τῶν ᾠδῶν, εὔφημα καὶ πρέποντα θαλιάζουσιν ἀνθρώποις ᾄδοντες. τὸν δʼ αὐλὸν οὐδὲ βουλομένοις ἀπώσασθαι τῆς τραπέζης ἔστιν·3 αἱ γὰρ σπονδαὶ ποθοῦσιν αὐτὸν ἅμα τῷ στεφάνῳ καὶ συνεπιφθέγγεται τῷ παιᾶνι τὸ θεῖον, εἶτʼ ἀπελίγανε καὶ διεξῆλθε τῶν ὤτων καταχεόμενος φωνὴν ἡδεῖαν ἄχρι τῆς ψυχῆς ποιοῦσαν γαλήνην· ὥστʼ, εἴ τι τῶν ἀσηρῶν καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐδὲ διέλυσε, τοῦτο τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον ἡσυχάζειν,4 ἄν γε δὴ καὶ αὐτὸς τὸ μέτριον αὑ διαφυλάττῃ μὴ παθαινόμενος μηδʼ ἀνασοβῶν καὶ παρεξιστὰς βόμβυξι καὶ πολυχορδίαις τὴν διάνοιαν ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην. ὡς γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησι διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἀμελέσιν ἢ σύριγξι καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι πάλιν οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς ἐπιψάλλοντες καὶ καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλʼ εἰ δεῖ τὸ γʼ ἐμοὶ φαινόμενον εἰπεῖν, οὔτʼ ἂν αὐλοῦ ποτε καθʼ αὑτὸν οὔτε λύρας μέλει χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι τὸ συμπόσιον, ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι·5 δεῖ γὰρ οὕτως ἐθίζειν καὶ σπουδάζοντας καὶ παίζοντας, ὥστε καὶ τὰς ἡδονὰς ἐκ λόγου λαμβάνειν καὶ τὰς διατριβὰς ἐν λόγῳ ποιεῖσθαι· τὸ δὲ μέλος καὶ τὸν ῥυθμὸν ὥσπερ ὄψον ἐπὶ τῷ λόγῳ καὶ μὴ καθʼ αὑτὰ προσφέρεσθαι μηδὲ λιχνεύειν. ὡς γὰρ ἡδονὴν ἐν οἴνῳ καὶ ὄψῳ τῇ χρείᾳ τῆς τροφῆς συνεισιοῦσαν οὐδεὶς ἀπωθεῖται, τὴν δʼ ἐπὶ τοῖς μύροις οὐκ ἀναγκαίαν καὶ περίεργον οὖσαν ὁ Σωκράτης ἐπὶ κόρρης ῥαπίζων ἐξέβαλλεν· οὕτω ψαλτηρίου φωνῆς καὶ αὐλοῦ, καθʼ ἑαυτὴν τὰ ὦτα κοπτούσης, μὴ ὑπακούωμεν· ἂν δʼ ἕπηται μετὰ λόγου καὶ ᾠδῆς ἑστιῶσα καὶ τέρπουσα τὸν ἐν ἡμῖν λόγον, εἰσάγωμεν, οἰόμενοι καὶ τὸν Μαρσύαν ἐκεῖνον ὑπὸ τοῦ θεοῦ κολασθῆναι, ὅτι φορβειᾷ καὶ αὐλοῖς ἐπιστομίσας ἑαυτὸν ἐτόλμησε ψιλῷ μέλει διαγωνίζεσθαι πρὸς ᾠδὴν καὶ κιθάραν. μόνον ἔφην σκοπῶμεν, ὅπως συμπόταις διὰ λόγου καὶ φιλοσοφίας ἀλλήλους εὐφραίνειν δυναμένοις μηδὲν ἐπάξομεν τοιοῦτον θύραθεν, ὃ κώλυμα διαγωγῆς μᾶλλον ἢ διαγωγή τις ἔσται. οὐ γὰρ μόνον ὅσοι τὴν σωτηρίαν οἴκοι καὶ παρʼ αὑτῶν ἔχοντες "ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν," ὡς Εὐριπίδης εἶπεν, ἀβέλτεροὶ εἰσιν, ἀλλὰ καὶ ὅσοι, πολλῆς ἐν αὐτοῖς εὐφροσύνης καὶ θυμηδίας παρούσης, ἔξωθεν ἐπάγειν τὰ τέρποντα φιλοτιμοῦνται. καὶ γὰρ ἡ τοῦ μεγάλου βασιλέως μεγαλοφροσύνη πρὸς Ἀνταλκίδαν τὸν Λάκωνα δεινῶς ἀπειρόκαλος ἐφάνη καὶ ἀγροῖκος, ὁπηνίκα ῥόδων καὶ κρόκου μεμιγμένων στέφανον εἰς μύρον βάψας ἔπεμψεν αὐτῷ, τὸ σύμφυτον καὶ ἴδιον καλὸν ἀποσβέσας καὶ καθυβρίσας τοῖς ἄνθεσιν. ὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον.6 μάλιστα γοῦν ἀκροαμάτων ἂν εἴη καιρὸς ἐν συμποσίῳ κυμαίνοντι καὶ κορυσσομένῳ πρὸς ἔριν ἢ φιλονεικίαν ὥστε λοιδορίαν τινὰ κατασβέσαι καὶ ζητήσεως εἰς ἅμιλλαν ἀτερπῆ καὶ ἀγῶνα σοφιστικὸν ἐκφερομένης ἐπιλαμβάνεσθαι, καὶ ἀγῶνας ἐκκλησιαστικοὺς καὶ ἀγοραίους ἐπισχεῖν, ἄχρι ἂν αὖθις ἐξ ἀρχῆς ἀθόρυβον καὶ ἀνήνεμον γένηται τὸ συμπόσιον.
于是,狄奥根尼阿努斯或是结束、或是稍作停顿而沉默了下来;但那位智者又向他发难,认为应当朗诵阿里斯托芬剧作中的某些段落,腓力便向我开口说道:“此人称赞了他最为喜爱的米南德,已然心满意足,似乎不再关心其余的事物了。但我们还有许多余兴节目尚未考察,关于这些,我很乐意听听你的高见;至于那些雕塑家的竞赛,若客人与狄奥根尼阿努斯同意,我们明日酒醒之后再去评判吧。” “那么,”我说道,“有所谓的哑剧,人们将其中一部分称为‘情节剧’,另一部分称为‘滑稽短剧’;但我认为两类都不适合酒宴:情节剧因其篇幅冗长且筹备维艰,而滑稽短剧充斥着大量的粗鄙嘲弄与下流词句,甚至对于提鞋的仆役童子而言,只要他们属于正派的主人,便不宜观看。然而大多数人,即便在妇女同席、未成年孩童在侧之时,也搬演那些比任何醉酒都更为狂乱地扰动心灵的行为与言辞的摹态。另一方面,早在荷马时代,竖琴就已被公认为宴席的良伴,这样悠久的友谊与亲善是不应当被废弃的;我们只需向竖琴歌唱者提出要求,让他们从歌声中除去过多的悲叹与哀哭,为沉浸于宴乐的人们唱出吉庆得体之音即可。至于双管笛,哪怕人们想要将其从餐桌旁驱逐,也是做不到的;因为奠酒伴随着花冠渴求着它,它与佩安颂歌一同呼应着神明;随后它吹奏出清脆之音,穿透双耳,倾泻下悦耳的声音,带来直达心灵的宁静;以至于生酒未能驱散消除的烦恼忧虑,皆在这旋律的优美与温和面前俯首归于平静——只要吹笛者自身亦能保持适度,不肆意宣泄情感,也不用低音管和繁杂的多弦调式惊扰并使因酒醉而变得柔靡摇曳的心神脱轨。因为正如畜群虽不懂具有理智意义的言辞,牧人却能用不带曲调的嘘声、咂嘴声,或用排箫与旋转木器将它们唤醒并再次安抚一样,心灵中凡是属于放牧的、群聚的、不明事理且不可理喻的部分,乐人们也能通过伴随旋律与节奏弹奏和吹笛,使其各得其所、归于抚慰。然而,若要我说出自己的看法,我绝不会把酒宴托付给除言辞与歌唱之外单凭双管笛或里拉琴的独奏,仿佛任由其如奔流般将人掳获卷走;因为无论在严肃之时还是嬉戏之际,我们都应当养成这样的习惯:从理智中汲取快乐,在言语中度过光阴;将旋律与节奏视作言语的佐餐之菜,而不应单独进食或贪图享用。因为正如伴随食物之需而渗入的酒菜之乐无人排斥,而对于涂抹香膏这种既非必要又属多余的快乐,苏格拉底却掌掴驱逐之;同样地,对于单独击打双耳的弹拨与笛声,我们亦不当顺从;但若它伴随着言辞与歌唱,款待并愉悦我们内在的理性,便不妨引纳之,我们自当想到,连那位马西亚斯之所以受到神明的惩罚,也正因他用口承皮带与双管笛封住自己的嘴,竟敢徒凭曲调去与歌声和竖琴相抗衡。只是,”我说道,“我们要留意,对于那些能够通过言谈与哲学彼此怡悦的同席者,切莫从门外引入任何非但不能促进欢聚、反而构成阻碍之物。因为正如欧里庇得斯所言: 在自家并靠自己拥有救助,却‘想要获取另一种输入的〔救助〕’ 之人是愚蠢的,那些自身内部本有丰盈的欢愉与欣悦、却汲汲于从外部招引娱乐之人,亦复如是。波斯大王对待斯巴达人安塔尔基达斯的慷慨之举,在将混有玫瑰与番红花的花环浸入香膏赠予他时,扑灭并亵渎了花朵天然固有的美感,显得极为粗鄙无知。因此,当酒宴自身内含雅趣与特有的文艺之音时,若从外部以笛弦交加喧宾夺主,以异质之物剥夺固有的雅致,实与此如出一辙。总归而言,余兴节目最适宜的时刻,乃是酒宴在争执或好胜心驱使下波澜起伏、剑拔弩张之际,借此扑灭某些辱骂,制止那些滑向令人不快的较量与诡辩式争辩的探究,平息如同民众大会或市集般的纷争,直至酒宴从头重新变得平静无风。”
- 4ἐπιφυομένου δʼ αὐτῷ τοῦ σοφιστοῦ πάλιν καὶ ῥήσεις τινὰς οἰομένου δεῖν τῶν Ἀριστοφανείων περαίνειν
这是以 τοῦ σοφιστοῦ 为逻辑主语的属格独立结构,分词 ἐπιφυομένου 与 οἰομένου 并列。οἰομένου 支配不定式 δεῖν,而 δεῖν 又进一步支配补充不定式 περαίνειν,构成嵌套结构。
- 712eἄν γε δὴ δεσποτῶν τῶν ᾖ σωφρονούντων
由 ἄν 引导的条件从句中的表语属格。承前补出主语(提鞋的童仆),表示所属或归属:“如果他们确实属于正派的主人”。
- 712eτὸν δʼ αὐλὸν οὐδὲ βουλομένοις ἀπώσασθαι τῆς τραπέζης ἔστιν
带有表关涉与格 βουλομένοις 的无人称句式(ἔστιν + 与格 + 不定式),表示可能性(“对于……而言能够……”)。句首的宾格 τὸν δʼ αὐλὸν 通过倒装(hyperbaton)前置,充当不定式 ἀπώσασθαι 的宾语。
- 713aὥστʼ, εἴ τι τῶν ἀσηρῶν καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐδὲ διέλυσε, τοῦτο τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον ἡσυχάζειν
这是由 ὥστε 支配不定式 ἡσυχάζειν 构成的结果从句。在条件从句 εἴ τι...(直陈式过去时)之后,τοῦτο 充当不定式的主语,并由分词 ὑποκατακλινόμενον 修饰。该不定式承接前面的直陈式动词(ἀπελίγανε καὶ διεξῆλθε),表示自然产生的后果。
- 713bὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι
与格现在分词 ὑπολαμβάνοντι 与 ῥεύματι 一致,构成比喻性副词短语:“如同一股擒获并冲走一切的奔流”。不定式 φέρειν(“席卷/冲走”)补充修饰了酒宴被抛置的状态。
- 713eὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον
中性冠词 τό 将随后的不定式 καταυλεῖν καὶ καταψάλλειν 名词化,充当主语(ὅμοιον ἐστι τό...,“……的做法是类似的”),其中插入了属格独立结构(συμποσίου χάριν ἔχοντος...)。句末的分词 ἀφαιρούμενον 为修饰不定式隐含逻辑主语的宾格分词,表示方式或结果:“以异质之物剥夺固有的本质”。
