- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.8.1-7.8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者打断了智者的争辩,引导众人探讨何种余兴最宜于酒宴;智者提议背诵柏拉图的戏剧体对话录,却遭到了腓力的反驳。接过酒杯的狄奥根尼阿努斯随即陈词,排除了悲剧、夸张的哑剧以及古喜剧,转而接纳轻快的萨堤罗斯舞蹈,并竭力赞颂米南德的新喜剧最为契合饮酒时的教益与愉悦。
ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλόμενον αὖθις ἀντιλέγειν τὸν σοφιστὴν ἐγὼ διακρουόμενος ἐκεῖνο μᾶλλον ἔφην σκέψαιτʼ ἄν τις, ὦ Διογενιανέ, πολλῶν ἀκροαμάτων ὄντων ποῖον ἂν μάλιστα γένος εἰς πότον ἐναρμόσειε, καὶ παρακαλῶμεν ἐπικρῖναι τουτονὶ τὸν σοφόν· ἀπαθὴς γὰρ ὢν πρὸς ἅπαντα καὶ ἀκήλητος οὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον1 ὡς οὖν ὅ τε Διογενιανὸς παρεκάλει καὶ ἡμεῖς, οὐδὲν μελλήσας ἐκεῖνος ἔφη τἄλλα μὲν ἐπὶ τὴν θυμέλην καὶ τὴν ὀρχήστραν ἐξελαύνειν, εἰσάγειν δὲ τὸ νεωστὶ μὲν ἐν Ῥώμῃ παρεισηγμένον εἰς τὰ συμπόσια, μήπω δʼ ἀναλάμπον ἐν τοῖς πολλοῖς. ἴστε γάρ εἶπεν ὅτι τῶν Πλάτωνος διαλόγων διηγηματικοὶ τινὲς εἰσιν οἱ δὲ δραματικοί· τούτων οὖν τῶν δραματικῶν τοὺς ἐλαφροτάτους ἐκδιδάσκονται παῖδες, ὥστʼ ἀπὸ στόματος λέγειν πρόσεστι δʼ ὑπόκρισις πρέπουσα τῷ ἤθει τῶν ὑποκειμένων προσώπων καὶ φωνῆς πλάσμα καὶ σχῆμα καὶ διαθέσεις ἑπόμεναι τοῖς λεγομένοις. ταῦθʼ οἱ μὲν αὐστηροὶ καὶ χαρίεντες ἠγάπησαν ὑπερφυῶς, οἱ δʼ ἄνανδροι καὶ διατεθρυμμένοι τὰ ὦτα διʼ ἀμουσίαν καὶ ἀπειροκαλίαν, οὕς φησιν Ἀριστόξενος χολὴν ἐμεῖν, ὅταν ἐναρμονίου ἀκούσωσιν, ἐξέβαλον· καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ πάμπαν ἐκβάλλουσιν· ἐπικρατεῖ γὰρ ἡ θηλύτης.
这番话说完之后,我为了制止那位意欲再次反驳的智者,便说道:“狄奥根尼阿努斯啊,人们倒不如来考察这一点:在诸多余兴节目之中,究竟哪一类最契合于酒宴?让我们请这位智者来作出评判吧;因为他对一切事物都不动声色、不受蛊惑,绝不会犯下弃更优者而择更悦人之物的错误。”于是,在狄奥根尼阿努斯与我们的敦促下,他毫不迟疑地表示,其余的余兴应当驱逐到舞台和乐池中去,而应当引入最近在罗马的酒宴上引进、但尚未在大众中广泛流传的那种节目。 “因为你们知道,”他说道,“在柏拉图的对话录中,有的是叙述体的,有的是戏剧体的。人们便教童仆将这些戏剧体中最轻快的篇章背诵下来;此外还配有适合所扮演人物性格的表演、嗓音的修饰、动作姿态以及随言辞展开的情感表露。严谨而雅致之士对这些表演喜爱备至;而那些因缺乏教养和审美、双耳变得娇靡软弱之流——即阿里斯托克塞诺斯所说的听到纯正的等音调就会呕吐胆汁之人——却将之摒弃。倘若他们完全予以驱逐,我也并不奇怪;因为柔靡之风正占据上风。”
καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς·2 ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δʼ εἰπεῖν ἐπιόν μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι πρός σε δόξω· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι.3
腓力见有人面露不悦,便说道:“老兄,口下留情吧,别再辱骂我们了;因为在这项名目刚被引入之时,我们正是在罗马最早表示反感、并斥责那些主张把柏拉图当作佐酒消遣、在蜜饯与香膏之侧竞饮并聆听柏拉图对话录的人。那时,哪怕是在朗诵萨福或阿那克里翁的诗篇时,我都觉得应当心怀敬畏地放下酒杯。我心中虽有许多话想说,却担心在旁人看来我与你交谈时带着某种严肃而非嬉戏的意味;因此,如你所见,我便将酒杯连同以清澈甘甜之言涤荡咸涩听闻的任务,交给了朋友狄奥根尼阿努斯。”
δεξάμενος οὖν ὁ Διογενιανὸς ἀλλὰ καὶ τούτους ἔφη νήφοντας ἀκούω λόγους· ὥσθʼ ὁ οἶνος ἡμᾶς ἀδικεῖν οὐκ ἔοικεν οὐδὲ κρατεῖν. δέδια δὴ μὴ καὶ αὐτὸς εὐθύνας ὑπόσχω· καίτοι τὰ πολλὰ περικοπτέα τῶν ἀκροαμάτων ἐστί· πρώτην τραγῳδίαν, ὡς οὐ πάνυ τι συμποτικὸν ἀλλὰ σεμνότερον βοῶσαν καὶ σκευωρουμένην πραγμάτων ὑποκρίσεις πάθος ἐχόντων καὶ οἶκτον. ἀποπέμπω δὲ τῆς ὀρχήσεως τὴν Πυλάδειον, ὀγκώδη καὶ παθητικὴν καὶ πολυπρόσωπον οὖσαν· αἰδοῖ δὲ τῶν ἐγκωμίων ἐκείνων, ἃ Σωκράτης περὶ ὀρχήσεως διῆλθε, δέχομαι τὴν Βαθύλλειον αὐτόθεν πέζαν τοῦ κόρδακος ἁπτομένην, Ἠχοῦς ἤ τινος Πανὸς ἢ Σατύρου σὺν Ἔρωτι κωμάζοντος ὑπόρχημά τι διατιθεμένην. τῶν δὲ κωμῳδιῶν ἡ μὲν ἀρχαία διὰ τὴν ἀνωμαλίαν ἀνάρμοστος ἀνθρώποις πίνουσιν· ἥ τε γὰρ ἐν ταῖς λεγομέναις παραβάσεσιν αὐτῶν σπουδὴ καὶ παρρησία λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥ τε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων· ἔτι δʼ ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθʼ ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ Λαισποδίας παρʼ Εὐπόλιδι καὶ ὁ Κινησίας παρὰ Πλάτωνι καὶ ὁ Λάμπων παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος· ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂν ἀντιλέγοι τις; οὕτω γὰρ ἐγκέκραται τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαι τὸν πότον. ἥ τε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθʼ ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτʼ οἰνωμένους ἀνιᾶν· γνωμολογίαι τε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερον· ἥ τε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπʼ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλʼ ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν.4 ἔχει δὲ καὶ τὰ ἐρωτικὰ παρʼ αὐτῷ καιρὸν πεπωκόσιν ἀνθρώποις, καὶ ἀναπαυσομένοις μετὰ μικρὸν ἀπιοῦσι παρὰ τὰς ἑαυτῶν γυναῖκας· οὔτε παιδὸς ἔρως ἄρρενός ἐστιν ἐν τοσούτοις δράμασιν, αἵ τε φθοραὶ τῶν παρθένων εἰς γάμον ἐπιεικῶς καταστρέφουσι· τὰ δὲ πρὸς ἑταίρας, ἂν μὲν ὦσιν ἰταμαὶ καὶ θρασεῖαι, διακόπτεται σωφρονισμοῖς τισιν ἢ μετανοίαις τῶν νέων· ταῖς δὲ χρησταῖς καὶ ἀντερώσαις ἢ πατήρ τις ἀνευρίσκεται γνήσιος, ἢ χρόνος τις ἐπιμετρεῖται τῷ ἔρωτι, συμπεριφορὰν αἰδοῦς ἔχων φιλάνθρωπον. ταῦτα δʼ ἀνθρώποις ἄλλο μὲν τι πράττουσιν ἴσως οὐδεμιᾶς σπουδῆς ἄξιά ἐστίν· ἐν δὲ τῷ πίνειν οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ τερπνὸν αὐτῶν καὶ γλαφυρὸν ἅμα καὶ πλάσιν τινὰ καὶ κατακόσμησιν ἐπιφέρει, συνεξομοιοῦσαν τὰ ἤθη τοῖς ἐπιεικέσι καὶ φιλανθρώποις.
狄奥根尼阿努斯接过酒杯说道:“但我听这些话也仍是清醒之言;因而酒似乎并未侵害我们,亦未支配我们。我委实担心自己也会受到问责;然而余兴的大多数确实应当加以裁撤。首当其冲的是悲剧,因为悲剧绝非适合酒宴之物,它呼号得过于崇高庄重,且搬演着饱含苦难与怜悯的情节。至于舞蹈,我摒弃皮拉得斯式的舞蹈,因其宏大、多情且角色纷繁;但出于对苏格拉底就舞蹈所发表的那些赞词的敬意,我接纳巴提洛斯式的舞蹈,它紧邻科尔达克斯舞步,展现厄科、或是某个潘神或与厄洛斯一同狂欢的萨堤罗斯的某种抒情舞剧。在喜剧之中,古喜剧因其参差不齐而不适合饮酒之人;因为在其所谓的插段中,严肃与直言过于激烈紧绷,而对于嘲弄与低俗滑稽的随意肆虐又极尽腻味放纵,充斥着失态的言辞与放浪的词句。此外,正如在长官的宴席上每位就座者身旁都侍立着一名斟酒侍者一样,届时也将需要一名学者为每位宾客逐一解释:欧波利斯剧中的莱斯波狄亚斯是谁,柏拉图剧中的基内西亚斯是谁,克拉提诺斯剧中的兰蓬是谁,以及每个被讽刺的人物究竟是谁;以至于我们的酒宴要么沦为蒙学堂,要么这些讥讽就会被充耳不闻、毫无意义地放过去。至于新喜剧,又有谁能加以反驳呢?因为它与酒宴是如此融洽,以至于人们宁可在没有美酒的情况下操持酒局,也不愿在没有米南德的情况下举行。因为它的文辞甜美素朴,穿插于情节之间,既不至被清醒者轻蔑,亦不至令沉醉者烦扰;善良朴素的格言潜移默化,在酒中宛如在火中那样将最顽固的性情软化并驯顺为更为宽厚温和;而其严肃与嬉戏的交融,仿佛除了给饮酒而舒怀之人同时带来快乐与教益之外,别无其他目的。剧中的情爱故事对于那些饮了酒、片刻之后便要离去归宿于自己妻子身旁的男人们而言,亦是恰逢其时。在如此众多的剧目中既无娈童之爱,处女受辱之事最终亦妥善地归于婚姻;至于针对艺妓的情爱,若女子放肆狂妄,便会因青年们的克制或悔悟而斩断,而对于那些善良且以爱相报者,要么寻得真正的生父,要么其爱情被赋予一段宽限之期,带着人道而敬重的包容。这些事情对于从事其他劳作的人来说或许不值一提;但在饮酒之际,若其愉悦与雅致在带来欢乐的同时亦施加了某种塑造与修饰,使人们的德性趋同于宽厚与仁爱,我将丝毫不感到惊奇。”
- 711bοὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον
潜能希求法 οὐκ ἂν σφαλείη 后接不定式 ἑλέσθαι,表示“不至于犯下选择……的错误”。介词短语 πρὸ τοῦ βελτίονος 表比较与优先(“优先于更优者 / 弃更优者而……”),修饰不定式 ἑλέσθαι,其直接宾语为宾格 τὸ ἥδιον。
- 711dπαραβάλλου λοιδορῶν ἡμᾶς
动词 παραβάλλω 的现在中动态祈使语气 παραβάλλου 与分词 λοιδορῶν 连用,具有“停止/克制辱骂我们”的习惯用法含义,与前面的祈使动词 φείδου(“口下留情/克制”)构成同义并列强化。
- 711dποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι
化用了柏拉图《斐德若篇》(243d)的诗意化典故。主动词 δίδωμι 支配与格间接宾语 τῷ φίλῳ Διογενιανῷ,并带不定式 κατακλύσαι 构成委派/许可结构(“将……洗涤的任务交与狄奥根尼阿努斯”)。手段与格 ποτίμῳ λόγῳ 修饰不定式,宾格 ἁλμυρὰν ἀκοήν 为不定式的直接宾语。
- 712bἐπʼ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλʼ ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν
潜能希求法 δόξειεν ἄν 支配完成时被动态不定式 πεποιῆσθαι。介词短语 ἐπʼ οὐδέν 与连词 ἀλλʼ ἤ 构成习惯搭配“除……之外别无目的”。并列的属格完成时分词 πεπωκότων καὶ διακεχυμένων 作为利益相关的属格修饰 ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν,标明受惠者对象(“为了饮酒且舒怀之人的快乐与教益”)。
