- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.7.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对斯多亚派学者在酒席上排斥音乐与余兴节目的严苛立场,普鲁萨的腓力援引柏拉图与色诺芬的会饮先例,为宴席上适度而无害的娱乐进行辩护。
περὶ ἀκροαμάτων ἐν Χαιρωνείᾳ λόγοι παρὰ πότον ἐγένοντο Διογενιανοῦ τοῦ Περγαμηνοῦ παρόντος, καὶ πράγματʼ εἴχομεν ἀμυνόμενοι βαθυπώγωνα σοφιστὴν ἀπὸ τῆς Στοᾶς, ὃς ἐπήγαγε τὸν Πλάτωνα κατηγοροῦντα τῶν αὐλητρίσι χρωμένων παρʼ οἶνον, ἀλλήλοις δὲ συγγίγνεσθαι διὰ λόγου μὴ δυναμένων. καίτοι παρὼν ἀπὸ τῆς αὐτῆς παλαίστρας Φίλιππος ὁ Προυσιεὺς ἐᾶν ἐκέλευσε τοὺς παρʼ Ἀγάθωνι δαιτυμόνας ἐκείνους παντὸς αὐλοῦ καὶ πηκτίδων ἐπιτερπέστερα φθεγγομένους οὐ γὰρ αὐλητρίδα, παρόντων ἐκείνων, ἐκπεσεῖν θαυμαστὸν ἦν, ἀλλʼ εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν1 ὑφʼ ἡδονῆς καὶ κηλήσεως τὸ συμπόσιον. καίτοι Ξενοφῶν οὐκ ᾐσχύνθη, Σωκράτους καὶ Ἀντισθένους καὶ ἄλλων παρόντων τοιούτων, τὸν γελωτοποιὸν φέρων Φίλιππον, ὥσπερ Ὅμηρος τὸ κρόμυον ποτῷ ὄψον, ὑποδεῖξαι τοῖς ἀνδράσι. Πλάτων δὲ τὸν τʼ Ἀριστοφάνους λόγον περὶ τοῦ ἔρωτος ὡς κωμῳδίαν ἐμβέβληκεν εἰς τὸ Συμπόσιον, καὶ τελευτῶν ἔξωθεν ἀναπετάσας τὴν αὔλειον ἐπάγει δρᾶμα τῶν ποικιλωτάτων, μεθύοντα καὶ κώμῳ χρώμενον ἐστεφανωμένον Ἀλκιβιάδην. εἶθʼ οἱ πρὸς Σωκράτην διαπληκτισμοὶ περὶ Ἀγάθωνος καὶ Σωκράτους ἐγκώμιον, ὦ φίλαι Χάριτες, ἆρά γʼ εἰπεῖν ὅσιόν ἐστιν, ὅτι, τοῦ Ἀπόλλωνος ἥκοντος εἰς τὸ συμπόσιον ἡρμοσμένην τὴν λύραν ἔχοντος, ἱκέτευσαν ἂν οἱ παρόντες ἐπισχεῖν τὸν θεόν, ἕως ὁ λόγος συμπερανθῇ καὶ λάβῃ τέλος; εἶτʼ ἐκεῖνοι μὲν οἱ ἄνδρες ἔφη τοσαύτην ἐν τῷ διαλέγεσθαι χάριν ἔχοντες, ὅμως ἐχρῶντο τοῖς ἐπεισοδίοις καὶ διεποίκιλλον τὰ συμπόσια παιδιαῖς τοιαύταις· ἡμεῖς δὲ μεμιγμένοι πολιτικοῖς καὶ ἀγοραίοις ἀνδράσι, πολλοῖς δʼ, ὅταν οὕτω τύχωμεν, ἰδιώταις καὶ ὑπαγροικοτέροις ἐκβάλωμεν τὴν τοιαύτην χάριν καὶ διατριβὴν ἐκ τῶν συμποσίων ἢ ἀπίωμεν,2 ὥσπερ τὰς Σειρῆνας ἐπιούσας φεύγοντες; ἀλλὰ Κλειτόμαχος μὲν ὁ ἀθλητὴς ἐξανιστάμενος καὶ ἀπιών, εἴ τις ἐμβάλοι λόγον ἐρωτικόν, ἐθαυμάζετο· φιλόσοφος δʼ ἀνὴρ αὐλὸν ἐκ συμποσίου φεύγων καὶ ψαλτρίας ἁρμοζομένης ὑποδεῖσθαι βοῶν ταχὺ καὶ τὸν λυχνοῦχον ἅπτειν οὐ καταγέλαστός ἐστι, τὰς ἀβλαβεστάτας ἡδονάς, ὥσπερ οἱ κάνθαροι τὰ μύρα, βδελυττόμενος; εἰ γὰρ ἄλλοτε, μάλιστα δήπου παρὰ πότον, προσπαιστέον ἐστὶ τούτοις καὶ δοτέον εἰς ταῦτα τῷ θεῷ τὴν ψυχήν. ὡς τὰ γʼ ἄλλα φίλος ὢν Εὐριπίδης ἐμὲ γοῦν οὐ πέπεικε, περὶ μουσικῆς νομοθετῶν, ὡς ἐπὶ τὰ πένθη καὶ τὰς βαρυφροσύνας μετακομιστέας οὔσης·3 ἐκεῖ μὲν γὰρ ὥσπερ ἰατρὸν ἐφιστάναι δεῖ νοσοῦσιν ἐσπουδακότα καὶ νήφοντα τὸν λόγον, τὰς δὲ τοιαύτας ἡδονὰς τῷ Διονύσῳ καταμίξαντας ἐν παιδιᾶς μέρει τίθεσθαι. χάριεν γάρ τοι τὸ τοῦ Λάκωνος, ὃς, Ἀθήνησι καινῶν ἀγωνιζομένων τραγῳδῶν, θεώμενος τὰς παρασκευὰς τῶν χορηγῶν καὶ τὰς σπουδὰς τῶν διδασκάλων καὶ τὴν ἅμιλλαν οὐκ ἔφη σωφρονεῖν τὴν πόλιν μετὰ τοσαύτης σπουδῆς παίζουσαν· τῷ γὰρ ὄντι παίζοντα δεῖ παίζειν καὶ μήτε δαπάνης πολλῆς μήτε τῶν πρὸς ἄλλα χρησίμων καιρῶν ὠνεῖσθαι τὸ ῥᾳθυμεῖν, ἀλλʼ ἐν πότῳ καὶ ἀνέσει τῶν τοιούτων ἀπογεύεσθαι καὶ σκοπεῖν ἅμα τερπόμενον, εἴ τι χρήσιμον ἐξ αὐτῶν λαβεῖν ἔστιν.
在喀罗尼亚,趁着酒兴,在佩加蒙的狄奥根尼阿努斯在场时,众人就席间余兴展开了讨论;我们费了好大劲才抵挡住一位留着长须的斯多亚派智者,他引述柏拉图的话,谴责那些在饮酒时借助吹笛女、而无法借由理性对话彼此交往的人。然而,在场的来自同一道场的普鲁萨的腓力却叫他别去拿阿伽通家中那些食客说事,因为他们的言辞比一切长笛和竖琴都更令人心旷神怡;在那些人面前,吹笛女被赶出门去并不足为奇,不如说,倘若饮酒与用膳的念头没有因快乐与迷醉而被整场酒会忘却,那才叫人称奇呢。况且,色诺芬在苏格拉底、安提斯泰尼及其他此类人物在场时,也毫无愧色地引荐了小丑腓力,正如荷马将“洋葱作为下酒的菜肴”呈献给众人一样。而柏拉图亦将阿里斯托芬关于厄洛斯的演讲如同一出喜剧般插入《会饮篇》中,且在末尾从外面推开中庭的大门,引入了一幕极尽斑斓的戏剧:喝得酩酊大醉、头戴花冠、纵情狂欢的阿尔喀比亚德。随后关于阿伽通而与苏格拉底发生的争执,以及对苏格拉底的颂词——亲爱的美惠女神啊,倘若说哪怕阿波罗调好竖琴来到酒会,在座者也会恳求这位神祇暂歇片刻,直至那番话讲完并画上句号,难道这会是不敬神吗? “那么,那些人在对话中拥有如此大的雅趣,”他说道,“尚且采用插曲,并以这类游戏来使酒会变得丰富多彩;而我们这些混杂在政界人物与市井之徒中、且往往碰上许多平民乃至颇为粗鄙之人的人,难道反倒要把这等雅趣与消遣逐出酒会,或者像躲避塞壬的袭来一样抽身离去吗?运动员克雷托马霍斯在有人提起情爱话题时起身离席,固然受人钦佩;但一位哲人若是从酒席上逃避笛音,在女琴师调弦时高喊快快系鞋点灯,如同金龟子厌恶香膏一般嫌弃这最无害的快乐,难道不可笑吗?若说在别的场合,尤其是在酒席之上,人们理当伴着这些事物嬉戏,并为此将心灵交托给神明。在其他方面深得我心的欧里庇得斯,在为音乐立法、声称音乐应当移用于哀悼与抑郁之时,至少没有说服我;因为在那些情形下,应当如同医生对待病人一般,派上严肃而清醒的理智,而将此类快乐调和于狄奥尼索斯之中,视作嬉戏的一部分。事实上,那个斯巴达人的话极为巧妙:当雅典竞演新悲剧时,他目睹了歌队长的排场、剧作教师的热忱以及彼此的竞争,便说这座城邦以如此大的严肃态度来玩耍,简直是不正常。因为说真的,玩耍者就应当玩耍,既不当为消遣而付出巨大开销,亦不当为此耗费对其他事务有益的时机,而当在饮酒与放松中浅尝此类事物,并在享受的同时考察是否能从中汲取某种益处。”
- 710cἀλλʼ εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν
紧接前文的否定句 οὐ γὰρ... θαυμαστὸν ἦν,短语 ἀλλʼ εἰ μὴ 构成承前省略的非真实条件句:“(如果……那才是)奇事”。整句意为:吹笛女被遣走并不足为奇,反倒是如果众人没有因快乐与迷醉而忘却饮食,那才真正令人惊奇(即彻底沉醉于言论而忘却饮食是理所当然的)。
- 710dἐκβάλωμεν τὴν τοιαύτην χάριν καὶ διατριβὴν ἐκ τῶν συμποσίων ἢ ἀπίωμεν
虚拟式动词 ἐκβάλωμεν 与 ἀπίωμεν 在此用作思辨虚拟式(deliberative subjunctive),由连词 ἤ 连接,构成反问修辞:“我们难道要把这等雅趣逐出……抑或抽身离去吗?”表达对斯多亚学派排斥余兴立场的反诘。
- 710eὡς ἐπὶ τὰ πένθη καὶ τὰς βαρυφροσύνας μετακομιστέας οὔσης
这是由 ὡς 引导的属格独立结构,未明说的主语来自前文的 περὶ μουσικῆς,动形容词 μετακομιστέας 与分词 οὔσης 均为阴性单数属格以与之呼应。小词 ὡς 标明这是欧里庇得斯的主观主张(“主张音乐应当移用于哀悼……”)。
