← 普鲁塔克

食桌谈话录

§7.6.3#2

挑选同伴与作为影子赴宴的准则

论述了携友赴宴者当如何挑选同伴,并进一步阐明作为被引荐赴宴的“影子”,应当接受何种邀请以及当赴何人之宴的准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.3#2

ἄλλως γὰρ ἡμῖν προσπαίζουσιν οἱ λέγοντες "Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας·" ἀληθῶς δὲ τοῦτο συμβαίνει τοῖς ξένους ἀγνώμονας ἢ φίλους δεχομένοις μετὰ σκιῶν πολλῶν ὥσπερ Ἁρπυιῶν διαφοροῦντας τὰ δεῖπνα καὶ προνομεύοντας.1 ἔπειτα δεῖ μὴ μεθʼ ὧν ἔτυχε βαδίζειν πρὸς ἑτέρους ἐπὶ δεῖπνον, ἀλλὰ μάλιστα μὲν καλεῖν τοὺς τοῦ δειπνίζοντος οἰκείους καὶ συνήθεις, πρὸς αὐτὸν ἐκεῖνον ἁμιλλώμενον καὶ προκαταλαμβάνοντα ταῖς κλήσεσιν εἰ δὲ μή, τῶν ἰδίων φίλων οὓς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι ὁ δειπνίζων, ἐπιεικὴς ὢν ἐπιεικεῖς, καὶ φιλόλογος φιλολόγους ὄντας, ἢ δυνατοὺς δυνάμενος, πάλαι ζητῶν ἁμωσγέπως αὐτοῖς ἐν προσηγορίᾳ καὶ κοινωνίᾳ γενέσθαι. τὸ γὰρ οὕτως ἔχοντι παραδοῦναι καὶ παρασχεῖν ὁμιλίας ἀρχὴν καὶ φιλοφροσύνης εὔστοχον ἐπιεικῶς καὶ ἀστεῖον·2 ὁ δʼ ἀσυμφύλους καὶ ἀσυναρμόστους ἐπάγων, οἷον νηπτικῷ πολυπότας, καὶ λιτῷ περὶ δίαιταν ἀκολάστους καὶ πολυτελεῖς, ἢ νέῳ πάλιν ποτικῷ καὶ φιλοπαίγμονι πρεσβύτας σκυθρωποὺς ἢ βαρὺ φθεγγομένους ἐκ πώγωνος σοφιστάς, ἄκαιρός ἐστιν ἀηδίᾳ φιλοφροσύνην ἀμειβόμενος. δεῖ γὰρ οὐχ ἧττον ἡδὺν εἶναι τῷ δειπνίζοντι τὸν κεκλημένον ἢ τῷ κεκλημένῳ τὸν ὑποδεχόμενον· ἔσται δʼ ἡδύς, ἐὰν μὴ μόνον ἑαυτὸν ἀλλὰ καὶ τοὺς σὺν αὑτῷ καὶ διʼ αὑτὸν ἥκοντας ἐπιδεξίους παρέχῃ καὶ προσηνεῖς. ὅ γε μὴν λοιπὸς ἔτι τῶν τριῶν οὗτος ὁ καλούμενος ὑφʼ ἑτέρου πρὸς ἕτερον,3 τὸ μὲν τῆς σκιᾶς ἀναινόμενος ὄνομα καὶ δυσχεραίνων, ἀληθῶς σκιὰν δόξει φοβεῖσθαι, δεῖται δὲ πλείστης εὐλαβείας. οὔτε γὰρ τοῖς τυχοῦσιν ἀκολουθεῖν ἑτοίμως καλὸν οὔθʼ ὅπως ἔτυχεν· ἀλλὰ δεῖ σκοπεῖν πρῶτον τίς ὁ καλῶν ἐστιν. εἰ μὲν γὰρ οὐ σφόδρα συνήθης, ἀλλʼ ἢ τῶν πλουσίων τις ἢ σατραπικῶν, ὡς ἐπὶ σκηνῆς δορυφορήματος λαμπροῦ δεόμενος ἢ πάνυ χαρίζεσθαι τῇ κλήσει πεπεισμένος καὶ τιμᾶν, ἐπάγεται, παραιτητέος εὐθύς. εἰ δὲ φίλος καὶ συνήθης, οὐκ εὐθὺς ὑπακουστέον· ἀλλʼ ἐὰν δοκῇ δεῖσθαί τινος ἀναγκαίας ὁμιλίας καὶ κοινωνίας καιρὸν ἄλλον οὐκ ἐχούσης, ἢ διὰ χρόνου ποθὲν ἀφιγμένος ἢ μέλλων ἀπαίρειν φανερὸς διʼ εὔνοιαν ἐπιθυμῶν καὶ ποθῶν συμπεριενεχθῆναι, καὶ μήτε πολλοὺς μήτʼ ἀλλοτρίους, ἀλλʼ αὐτὸν ἢ μετʼ ὀλίγων ἑταίρων ἐπαγόμενος, ἢ μετὰ ταῦτα πάντα πραγματευόμενος ἀρχήν τινα συνηθείας καὶ φιλίας διʼ αὑτοῦ γενέσθαι τῷ καλουμένῳ πρὸς τὸν καλοῦντα χρηστὸν ὄντα καὶ φιλίας ἄξιον. ἐπεὶ τοὺς γε μοχθηρούς, ὅσῳ μᾶλλον ἐπιλαμβάνονται καὶ συμπλέκονται, καθάπερ βάτους καὶ ἀπαρίνας ὑπερβατέον ἐστί· κἂν ἐπιεικεῖς οἱ ἄγοντες ὦσι πρὸς ἐπιεικῆ δὲ μὴ ἄγωσιν, οὐ δεῖ συνακολουθεῖν οὐδʼ ὑπομένειν, ὥσπερ διὰ μέλιτος φάρμακον λαμβάνοντας, μοχθηρὸν διὰ χρηστοῦ φίλον. ἄτοπον δὲ καὶ τὸ πρὸς ἀγνῶτα κομιδῇ καὶ ἀσυνήθη βαδίζειν, ἂν μή τις ᾖ διαφέρων ἀρετῇ, καθάπερ εἴρηται, καὶ τοῦτο φιλίας ποιησόμενος ἀρχὴν καὶ ἀγαπήσων τὸ ῥᾳδίως καὶ ἀφελῶς ἀφικέσθαι σὺν ἑτέρῳ πρὸς αὐτόν. καὶ μὴν τῶν συνήθων πρὸς τούτους μάλιστα βαδιστέον ὑφʼ ἑτέρου καλούμενον, οἷς ἐφίεται μεθʼ ἑτέρων καὶ αὐτοῖς βαδίζειν πρὸς ἡμᾶς. Φιλίππῳ μὲν γὰρ ἐδόκει τῷ γελωτοποιῷ τὸ αὐτόκλητον ἐπὶ δεῖπνον ἐλθεῖν γελοιότερον εἶναι τοῦ κεκλημένον· ἀγαθοῖς δὲ καὶ φίλοις ἀνδράσι παρὰ φίλους καὶ ἀγαθοὺς σεμνότερόν ἐστι καὶ ἥδιον, ἂν μὴ καλέσασι μηδὲ προσδοκῶσιν ἐν καιρῷ παραγίγνωνται μετὰ φίλων ἑτέρων, εὐφραίνοντες ἅμα τοὺς δεχομένους καὶ τιμῶντες τοὺς ἀγαγόντας. ἥκιστα δὲ πρὸς ἡγεμόνας ἢ πλουσίους ἢ δυνάστας μὴ καλουμένους ὑπʼ αὐτῶν ἀλλʼ ὑφʼ ἑτέρων πρέπει βαδίζειν, ἀναιδείας καὶ ἀπειροκαλίας καὶ φιλοτιμίας ἀκαίρου δόξαν οὐκ ἄλογον φυλαττομένους.

因为人们无端取笑我们说:“在德尔斐献祭之人,倒要自己去买肉吃”;而对于那些接待不明事理的外宾或朋友的主人而言,当客人带来大批如鹰身女怪般哄抢撕扯筵席的“影子”时,这种事便真切地发生了。其次,不可随随便便带领任何人同去赴他人的宴席,而应当优先邀请设宴者本人的亲属与熟人,在邀请上一争高下并先其一步;若做不到这点,也当从自己的朋友中挑选设宴者自己也乐于挑选之人——若主人通达,便选通达之士;若主人好文,便选好学之士;若主人有权势,便选有能力之人——因为主人早已渴望以某种方式同这些人攀谈结交。对于怀有此种心愿的主人,向其提供并引荐交谈与亲善的契机,是颇为贴切而雅致的。相反,若引荐不相合、不协调之人——诸如给节制饮酒之人带来海量酒客,给生活简朴之人带来荒淫奢靡之辈,或者反过来,给嗜酒好嬉的年轻人带来面带怒容的老朽或留着胡须高谈阔论的智者——便是大不合时宜,是以令人不快来回报主人的善意。因为受邀之客令主人喜悦,绝不当亚于设宴的主人令客人喜悦;而客若能不仅使自己,亦使其随行及因其而来之人皆显得通达亲和,便能令人愉悦。至于三者中剩下的最后一人,即由他人引荐前往第三人之处赴宴的客人:若他嫌恶并排斥“影子”这一称谓,便显得当真在畏惧影子了;但他确实需要极大的谨慎。因为轻率盲从泛泛之辈,或随随便便应邀前往,皆非善事;相反,必须首先考察引荐者为何人。若此人并非极亲密之友,而是富豪或显贵之一,仅仅是为了在场面上摆排场如需要华丽的侍卫一般,抑或自以为发出邀请乃是施予莫大恩惠与荣宠而引人随行,则当立即推辞。但若是朋友熟人,亦不可立刻遵从;除非看出他确实需要某种紧要的交谈与结纳而别无他机,或者是久别归来或行将启程、显然出于善意渴望并思念相聚相谈,且既不带多人亦不带外人,只带〔受邀者〕一人或偕同少数同伴;抑或在这一切之外,他致力于通过自身使受邀者与设宴的主人建立起某种熟稔与友谊的开端,且那位主人品行端正、堪配结交。至于那些卑劣之人,他们越是拉拢纠缠,便越当如对待荆棘刺草般跨步避开;即使引荐者为人方正,但若所引之人并非通达之士,便不可盲从应允,以免如以蜜送毒一般,因良友而接纳恶朋。至于前往完全素不相识、毫无交情之人家中,亦属荒谬,除非如前所述,对方乃德行卓绝之人,会将此视为友谊之始,乐于见到客人随他人自然坦荡地来到自己家中。再者,在熟人之中,作为他人引荐之客最当造访的,乃是那些自己亦获准携他人来访我们之友。因为在小丑腓力看来,不召自来赴宴似乎比奉召前往更为逗趣;然而对于良善友爱之士造访良善友爱之友,若在主人既未相邀亦未预料之时,适时偕同其他朋友一同前往,既令接纳者欢欣,又使引荐者得享尊荣,则更显庄重而愉悦。但最不当做之事,乃是在未得官长、富豪或显贵本人相邀而由他人引荐时前往其处,这必须防范人们并非毫无道理地指责自身不知羞耻、缺乏品位与不合时宜的逢迎虚荣。

语法注3 条
  1. 3διαφοροῦντας τὰ δεῖπνα καὶ προνομεύοντας

    阳性宾格复数分词 διαφοροῦντας 与 προνομεύοντας 在语法形式上并未与前文的属格阴性复数短语 μετὰ σκιῶν πολλῶν 一致,而是属于按意义一致(constructio ad sensum),在逻辑上将不请自来的随行客人(或承接前文的 ξένους ... ἢ φίλους)作为宾格主体加以修饰。

  2. 709bτὸ γὰρ οὕτως ἔχοντι παραδοῦναι καὶ παρασχεῖν ὁμιλίας ἀρχὴν καὶ φιλοφροσύνης εὔστοχον ἐπιεικῶς καὶ ἀστεῖον

    该句的主干是以带冠词不定式短语 τὸ ... παραδοῦναι καὶ παρασχεῖν(“给予并提供……”)作主语,与作表语的形容词 εὔστοχον ... καὶ ἀστεῖον 相联结(省略了系动词 ἐστί)。与格分词短语 οὕτως ἔχοντι 为间接宾语,意为“给怀有此种心愿的[主人]”。

  3. 709cὅ γε μὴν λοιπὸς ἔτι τῶν τριῶν οὗτος ὁ καλούμενος ὑφʼ ἑτέρου πρὸς ἕτερον

    主格名词短语(“至于三者中剩下的最后一人,即由他人引荐前往第三人之处赴宴的客人”)被置于句首作为主题提示(悬垂主格性质),随后通过分词短语(τὸ μὲν ... ἀναινόμενος)自然过渡并充当后续主要谓语(δόξει ... δεῖται δέ)的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.6.3#2