← 普鲁塔克

食桌谈话录

§7.6.3#1

随员同行的节制与主人的待客礼仪

针对弗洛鲁斯关于款待外宾时由客人引荐随员确属必要的看法,叙述者(普鲁塔克)阐述了主人亲自具名邀请的重要性,并援引漫步学派关于动者的比喻,指明受邀并携人同赴者应当克制人数及遵守宴饮礼仪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.3#1

γενομένης δὲ μετὰ τοὺς λόγους τούτους ἡσυχίας, ὁ Φλῶρος τοῦτʼ ἔφη τὸ δεύτερον ἔχει μᾶλλον ἀπορίαν· τὸ δὲ καλεῖν οὕτως ἀναγκαῖόν ἐστιν ἐν ταῖς τῶν ξένων ὑποδοχαῖς, ὥσπερ εἴρηται πρότερον οὔτε γὰρ ἄνευ φίλων ἐστὶ δὴ ἐπιεικὲς οὔτε γιγνώσκειν οὓς ἔχων ἥκει ῥᾴδιον κἀγὼ πρὸς αὐτόν ὅρα τοίνυν ἔφην μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν1 οὔτε γὰρ διδόναι καλὸν οὔτʼ αἰτεῖν ὃ διδόναι μὴ καθῆκεν, οὔθʼ ὅλως παρακαλεῖν ἃ μὴ δεῖ παρακαλεῖσθαι μηδʼ ὁμολογεῖν μηδὲ πράττειν. τὰ μὲν οὖν πρὸς ἡγεμόνας ἢ ξένους οὐκ ἔχει κλῆσιν οὐδʼ αἵρεσιν, ἀλλὰ δεῖ δέχεσθαι τοὺς μετʼ αὐτῶν παραγιγνομένους. ἄλλως δὲ φίλον ἑστιῶντα φιλικώτερον μέν ἐστι τὸ καλεῖν αὐτόν, ὡς οὐκ ἀγνοοῦντα τοὺς γνωρίμους αὐτοῦ καὶ συνήθεις ἢ οἰκείους· μείζων γὰρ ἡ τιμὴ καὶ ἡ χάρις, ὡς μὴ λανθάνοντος,2 ὅτι τούτους ἀσπάζεται μάλιστα καὶ τούτοις ἥδιστα σύνεστι καὶ χαίρει τιμωμένοις ὁμοίως καὶ παρακαλουμένοις. οὐ μὴν ἀλλʼ ἔστιν ὅτε ποιητέον ἐπʼ αὐτῷ, καθάπερ οἱ θεῷ θύοντες ἅμα συμβώμοις καὶ συννάοις κοινῶς συνεπεύχονται καὶ καθʼ ἕκαστον ἐκείνων μὴ ὀνομάζοντες· οὔτε γὰρ ὄψον οὔτʼ οἶνος οὔτε μύρον οὕτως ἡδέως διατίθησιν, ὡς σύνδειπνος εὔνους καὶ προσηνής. ἀλλὰ τὸ μὲν ὄψοις καὶ πέμμασιν οἵοις ὁ μέλλων ἑστιᾶσθαι μάλιστα χαίρει, καὶ περὶ οἴνων διαφορᾶς καὶ μύρων ἐρωτᾶν καὶ διαπυνθάνεσθαι, φορτικὸν κομιδῇ καὶ νεόπλουτον· ᾧ δὲ πολλοὶ φίλοι καὶ οἰκεῖοι καὶ συνήθεις εἰσίν, αὐτὸν παρακαλεῖν ἐκείνων, οἷς ἂν ἥδιστα συγγίγνοιτο καὶ μεθʼ ὧν εὐφραίνεται παρόντων, μάλιστα τούτους ἄγειν οὐκ ἀηδὲς οὐδʼ ἄτοπον. οὔτε γὰρ τὸ συμπλεῖν οὔτε τὸ συνοικεῖν οὔτε τὸ συνδικάζειν, μεθʼ ὧν οὐ βούλεταί τις, οὕτως ἀηδές, ὡς τὸ συνδειπνεῖν, καὶ τοὐναντίον ἡδύ· κοινωνία γάρ ἐστι καὶ σπουδῆς καὶ παιδιᾶς καὶ λόγων καὶ πράξεων τὸ συμπόσιον. ὅθεν οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς προσφιλεῖς εἶναι δεῖ καὶ συνήθεις ἀλλήλοις, ὡς ἡδέως συνεσομένους. ὄψα μὲν γὰρ οἱ μάγειροι σκευάζουσιν ἐκ χυμῶν διαφόρων, αὐστηρὰ καὶ λιπαρὰ καὶ γλυκέα καὶ δριμέα συγκεραννύντες· σύνδειπνον δὲ χρηστὸν οὐκ ἂν γένοιτο καὶ κεχαρισμένον ἀνθρώπων ὁμοφύλων μηδʼ ὁμοιοπαθῶν εἰς ταὐτὸ συμφθαρέντων. ἐπεὶ δέ, ὥσπερ οἱ Περιπατητικοὶ λέγουσι, τὸ μὲν πρῶτον φύσει κινοῦν μὴ κινούμενον δʼ εἶναι, τὸ δʼ ἔσχατον κινούμενον μηδὲ ἓν δὲ κινοῦν· μεταξὺ δʼ ἀμφοῖν τὸ καὶ κινοῦν ἕτερα καὶ κινούμενον ὑφʼ ἑτέρων· οὕτως ἔφην ὁ λόγος, τριῶν ὄντων ὧν ὁ μὲν καλῶν μόνον ὁ δὲ καλούμενος, ὁ δὲ καὶ καλῶν καὶ καλούμενός ἐστιν, εἴρηται μὲν περὶ τοῦ καλοῦντος· οὐ χεῖρον δʼ ἐστὶ καὶ περὶ τῶν ἄλλων ἔφην ἅ γʼ ἐμοὶ δοκεῖ, διελθεῖν. ὁ μὲν οὖν καλούμενος ὑφʼ ἑτέρου καὶ καλῶν ἑτέρους πρῶτον, οἶμαι, τοῦ πλήθους φείδεσθαι δίκαιός ἐστι,3 μὴ καθάπερ ἐκ πολεμίας ὁμοῦ πᾶσι τοῖς περὶ αὑτὸν ἐπισιτιζόμενος μηδʼ, ὥσπερ οἱ χώρας καταλαμβάνοντες ἐν τῷ πεττεύειν, ἀεὶ τοῖς ἰδίοις φίλοις τοὺς τοῦ καλέσαντος ἐκκρούων καὶ ἀποκρούων ἅπαντας· ὥστε πάσχειν τοὺς δειπνίζοντας, ἃ πάσχουσιν οἱ τῇ Ἑκάτῃ καὶ τοῖς ἀποτροπαίοις ἐκφέροντες τὰ δεῖπνα, μὴ γευομένους αὐτοὺς μηδὲ τοὺς οἴκοι, πλὴν καπνοῦ καὶ θορύβου μετέχοντας.4

在这些言论之后出现了一阵沉默,弗洛鲁斯说道:“后一个问题倒更有疑难;但正如先前所言,在款待外邦宾客时,以这种方式邀请是不可避免的;因为既不宜不带朋友前往,又很难知道客人会携谁同来。” 我对他说:“那么请看,那些允许主人以这种方式发出邀请的人,是否也同样允许了受邀之人欣然应允并前往赴宴;因为既不宜给予也不宜索取本不该给的东西,也断不可劝人做不当做之事,或对此盲从践行。对于长官或外邦宾客,确实不存在个人的指名邀请或自主挑选,而是必须接纳与其同来之人。但在其他情况下宴请朋友,由主人亲自发出邀请则更见情谊,这表明主人并非不晓得朋友的相识、熟人或亲属;这其中的敬重与恩情更为深厚,因为主人并没有忽视朋友最器重这些人、最喜与他们同处,并乐见他们同受尊崇与邀请。然而,有时亦当将此事托付于客人本身,犹如向某位神明献祭之人,也会共同祈求那些共用祭坛和同居殿宇的诸神,而不必逐一念出他们的名号;因为无论珍馐、美酒还是香膏,都无法像一位心怀善意且和蔼亲切的同席者那样令人心旷神怡。不过,若去打听并盘问将要受邀的客人最喜爱何种菜肴面点,以及各种名酒和香膏的细微差异,就未免全然粗俗且暴发户气十足;而对于一位拥有众多朋友、亲属和熟人的客人,请他特别带来那些他最乐于结交、且有其在场便感欣悦之人,却绝非不合人情或荒诞之举。因为与不称心之人同舟航行、同居一室或同堂审案,都不如与其同桌共餐那般令人厌恶;反之亦然。因为酒会乃是严肃与诙谐、言论与行动的共同交融之所。由此可见,同席之人不应是随随便便之人,而应当彼此亲爱且熟识,方能欢然相处。厨师固然能调和不同风味烹制佳肴,将涩、润、甜、辣融为一体;但倘若把非同类且不同心性之人胡乱混杂一处,绝不可能促成一场优良且欢畅的宴会。 而且,正如漫步学派学者所言,第一者在自然上是推动他物而不受推动者,最末者是受推动而不推动任何他物者,介于两者之间的则是既推动他物又受他物推动者;同样,”我说道,“在我们论题中的三类人里——其一仅为邀请者,其二仅为受邀者,其三则是既受邀又邀请他人者——关于邀请者的情况已经阐明;依我看,”我说道,“把其余两类人的情形也依次剖析一番亦非多余。因此,受他人邀请又引荐他人的客人,我认为首先有义务克制人数,切不可像从敌国征粮那样一口气带上身边所有的人吃大户;亦不可像下棋圈地者那样,一味用自己的朋友将邀请者的朋友尽数挤掉排斥;以至于使宴饮的主人落得与那些将祭食送去敬献赫卡忒与禳灾神祇之人相同的下场——他们自己和家里人都尝不到一口,除了烟气与喧闹外一无所获。”

语法注4 条
  1. 3ὅρα τοίνυν ... μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν

    ὅρα μή 后接完成时直陈式 δεδώκασιν 的句式。与接虚拟式表示担忧或戒备的用法不同,接直陈式表达对既成事实的委婉断定或推测(“且看……是否已经赋予了……”)。

  2. 708bὡς μὴ λανθάνοντος

    带 ὡς 的属格独立结构,表示主观认定的缘由:“因为主人清楚地知道(朋友)……(并未被主人忽略)”,以此解释为何由主人亲自具名邀请能体现更大的敬重与情谊。

  3. 708eδίκαιός ἐστι

    δίκαιος 接不定式(τοῦ πλήθους φείδεσθαι)的人称句式。代替了无人称句式 δίκαιόν ἐστιν αὐτόν...(“他理应……”),将逻辑主语 ὁ καλούμενος... καὶ καλῶν 提升为主格语法主语。

  4. 708eμὴ γευομένους αὐτοὺς μηδὲ τοὺς οἴκοι, πλὴν καπνοῦ καὶ θορύβου μετέχοντας

    分词 μὴ γευομένους 与 μετέχοντας 均为宾格,修饰的是结果从句中不定式 πάσχειν 的逻辑主语 τοὺς δειπνίζοντας,而非关系从句中的主格主语 οἱ ... ἐκφέροντες。此处用以描摹设宴主人自身及其家人毫无口福的窘境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.6.3#1