← 普鲁塔克

食桌谈话录

§7.6.1-7.6.2

影子随客的起源与凯瑟尼乌斯的批判

在引述苏格拉底与腓力国王的逸事来探究被称为“影子”的随行客人的起源后,弗洛鲁斯的女婿凯瑟尼乌斯列举以“影子”身份赴宴的卑屈与窘迫,对此习俗提出了严厉批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.1

τὸν Μενέλαον Ὅμηρος πεποίηκεν αὐτόματον ἑστιῶντι τοὺς ἀριστεῖς τῷ Ἀγαμέμνονι παραγιγνόμενον· "ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο·1" καὶ τὴν ἄγνοιαν οὐ περιεῖδεν αὐτοῦ καταφανῆ γενομένην οὐδʼ ἤλεγξε τῷ μὴ ἐλθεῖν ὥσπερ οἱ φιλομεμφεῖς καὶ δύσκολοι ταῖς τοιαύταις τῶν φίλων παροράσεσι καὶ ἀγνοίαις ἐπιτίθενται, τῷ ἀμελεῖσθαι μᾶλλον ἢ τῷ τιμᾶσθαι χαίροντες, ὅπως ἐγκαλεῖν ἔχωσιν. τὸ δὲ τῶν ἐπικλήτων ἔθος, οὓς νῦν σκιὰς καλοῦσιν, οὐ κεκλημένους αὐτοὺς ἀλλʼ ὑπὸ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον ἀγομένους, ἐζητεῖτο πόθεν ἔσχε τὴν ἀρχήν· ἐδόκει δʼ ἀπὸ Σωκράτους, Ἀριστόδημον ἀναπείσαντος οὐ κεκλημένον εἰς Ἀγάθωνος ἰέναι σὺν αὐτῷ, καὶ παθόντα τι γελοῖον·2 ἔλαθε γὰρ κατὰ τὴν ὁδὸν ὑπολειφθεὶς ὁ Σωκράτης, ὁ δὲ προεισῆλθεν, ἀτεχνῶς σκιὰ προβαδίζουσα σώματος ἐξόπισθεν τὸ φῶς ἔχοντος. ὕστερον μέντοι περὶ τὰς τῶν ξένων ὑποδοχάς, μάλιστα τῶν ἡγεμονικῶν, ἀναγκαῖον ἐγίγνετο τοῖς ἀγνοοῦσι τοὺς ἑπομένους καὶ τιμωμένους ἐπὶ τῷ ξένῳ ποιεῖσθαι τὴν κλῆσιν,3 ἀριθμὸν δʼ ὁρίζειν, ὅπως μὴ πάθωσιν ὃ παθεῖν συνέπεσε τῷ δεχομένῳ τὸν βασιλέα Φίλιππον ἐπὶ τῆς χώρας· ἧκε γὰρ ἄγων πολλούς, τὸ δὲ δεῖπνον οὐ πολλοῖς ἦν παρεσκευασμένον· ἰδὼν οὖν θορυβούμενον τὸν ξένον περιέπεμπε πρὸς τοὺς φίλους ἀτρέμα, χώραν πλακοῦντι καταλιπεῖν κελεύων οἱ δὲ προσδοκῶντες ὑπεφείδοντο τῶν παρακειμένων καὶ πᾶσιν οὕτως ἐξήρκεσε τὸ δεῖπνον.

荷马曾描写墨涅拉俄斯在阿伽门农宴请各位首领时不请自来: “因为他心中明了其兄长如何操劳;”他既未任由兄长的疏漏公之于众,亦未通过拒绝赴宴来以此责难,不像那些好吹毛求疵且脾气乖戾之人,专抓住朋友的此类疏忽与遗漏发难,宁愿被冷落也不愿受尊崇,只为能有借口去抱怨。另一方面,对于如今被称为“影子”的随行客人——即自身未受邀请、而由受邀者携至宴席之人——大家探究这一习俗究竟始于何处。有人认为这始于苏格拉底,他曾劝说未受邀请的阿里斯托得谟与自己同去阿伽通家,而〔阿里斯托得谟〕遭遇了一件颇为可笑之事:苏格拉底在半路未被察觉地落后,阿里斯托得谟却先走了进去,简直就像背对光线的身体前方所投射出的影子。然而后来,在款待外邦宾客、尤其是长官要员时,由于主人不熟悉客人的随从及受其器重之人,便不得不将邀请随员之权交由宾客,但限定人数,以免遭遇那位在乡间庄园款待腓力国王之人所碰到的窘境。当时国王率众人前来,而晚餐仅按少数人准备;国王见主人慌乱不堪,便悄悄派人转告朋友们,叫他们留出肚子吃甜饼;朋友们翘首以盼,对端上来的菜肴便吃得十分克制,晚餐因而足够所有人享用。

§7.6.2

ἐμοῦ δὲ ταῦτα πρὸς τοὺς παρόντας ἀδολεσχοῦντος, ἔδοξε Φλώρῳ καὶ σπουδάσαι τι περὶ τῶν σκιῶν λεγομένων, διαπορήσαντας εἰ προσήκει τοῖς καλουμένοις οὕτω βαδίζειν καὶ συνακολουθεῖν. ὁ μὲν οὖν γαμβρὸς αὐτοῦ Καισέρνιος ὅλως ἀπεδοκίμαζε τὸ πρᾶγμα. μάλιστα μὲν γὰρ τῷ Ἡσιόδῳ πειθομένους ἔφη χρῆναι "τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν·" εἰ δὲ μή, γνωρίμους αὑτῶν καὶ ἐπιτηδείους παρακαλεῖν ἐπὶ κοινωνίαν σπονδῆς καὶ τραπέζης καὶ λόγων ἐν οἴνῳ γιγνομένων καὶ φιλοφροσύνης. νῦν δʼ ὥσπερ εἶπεν οἱ τὰ πλοῖα ναυλοῦντες, ὅ τι ἂν φέρῃ τις, ἐμβάλλεσθαι παρέχουσιν, οὕτως ἡμεῖς τὰ συμπόσια παραδόντες ἑτέροις πληροῦν ἀφίεμεν ἐκ τῶν προστυχόντων, ἄν τε χαρίεντες ὦσιν, ἄν τε φαῦλοι. θαυμάσαιμι δʼ ἄν, εἰ χαρίεις ἀνὴρ ἐπίκλητος ἀφίκοιτο, μᾶλλον δʼ ἄκλητος, ὅν γε πολλάκις οὐδὲ γιγνώσκει τὸ παράπαν ὁ δειπνίζων· εἰ δὲ γιγνώσκων καὶ χρώμενος οὐ κέκληκεν, ἔτι γε μᾶλλον αἰσχύνη βαδίζειν πρὸς τοῦτον, ὥσπερ ἐξελέγχοντα μετέχειν τῶν ἐκείνου, τρόπον τινὰ βίᾳ καὶ ἄκοντος· ἔτι καὶ προτερεῖν ἢ ἀπολείπεσθαι τοῦ κεκληκότος πρὸς ἕτερον ἔχει τινὰ δυσωπίαν, καὶ οὐκ ἀστεῖόν ἐστι μαρτύρων δεόμενον πρὸς τοὺς ὑποδεχομένους βαδίζειν, ὡς οὐ κλητὸς ἀλλὰ σκιὰ τοῦ δεῖνος ἐπὶ τὸ δεῖπνον ἥκει· καὶ πάλιν τὸ παρέπεσθαι καὶ παραφυλάττειν ἄλειμμα καὶ λουτρὸν ἑτέρου καὶ ὥραν βραδύνοντος ἢ ταχύνοντος ἀνελεύθερον εὖ μάλα καὶ Γναθώνειον, εἰ δὴ Γνάθων γέγονε δεινότατος ἄνθρωπος τἀλλότρια δειπνεῖν. εἴ γε μὴν οὐκ ἔστιν ὅτε μᾶλλον ἀνθρώποις ἐφιᾶσιν εἰπεῖν "ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε," καὶ παρρησία πλείστη μετὰ παιδιᾶς ἀναμέμικται τοῖς λεγομένοις ἐν οἴνῳ καὶ πραττομένοις· ἐνταῦθα δὴ πῶς ἄν τις ἑαυτὸν μεταχειρίσαιτο μὴ γνήσιος ὢν μηδʼ αὐτόκλητος, ἀλλὰ τρόπον τινὰ νόθος καὶ παρεγγεγραμμένος εἰς τὸ συμπόσιον; καὶ γὰρ τὸ χρῆσθαι καὶ τὸ μὴ χρῆσθαι παρρησίᾳ πρὸς τοὺς παρόντας εὐσυκοφάντητον. οὐ μικρὸν δὲ κακὸν οὐδʼ ἡ τῶν ὀνομάτων εὐχέρεια καὶ βωμολοχία τοῖς μὴ δυσχεραίνουσιν ἀλλʼ ὑπομένουσι σκιὰς καλεῖσθαι καὶ ὑπακούειν· προσεθίζει γὰρ εἰς τὰ ἔργα τῷ αἰσχρῷ τὸ ῥᾳδίως ὑπὸ τῶν ῥημάτων ἄγεσθαι. διὸ καλῶν μὲν ἑταίρους ἔδωκά ποτε σκιάς· ἰσχυρὰ γὰρ ἡ τῆς πόλεως συνήθεια καὶ δυσπαραίτητος· αὐτὸς δὲ κληθεὶς ὑφʼ ἑτέρου πρὸς ἕτερον ἄχρι γε νῦν ἀντέχω μὴ ὑπακοῦσαι.

正当我向在座众人闲聊这些掌故时,弗洛鲁斯提议大家也该认真探讨一下所谓的“影子”,研讨受这般邀请之人赴宴同往是否合宜。他的女婿凯瑟尼乌斯则对这种做法全盘否定。他指出,首先最应当听从赫西俄德的训谕,“当邀好友共赴盛筵;”若非如此,也当邀请自己的相识与密友,共享奠酒、同席共餐、酒酣畅谈并敦睦情谊。 “而如今,”他说道,“正如那些出租船只的人,任凭别人带什么货物就装上什么货物,我们也同样把酒会交由他人填满,听凭那些萍水相逢之徒将座席占去,无论其雅致还是卑劣。假若一位文雅之士作为随行客人、抑或更确切地说是作为不速之客到来,而宴会主人往往根本不认得他,我定会深感诧异。即便主人认得他且有交情,却并未邀请他,前往其家中便更是耻辱,这仿佛是在当面指责对方,强行违拗主人意愿去分用其美馔。此外,赴他人之宴,比引荐自己的客人先到或后至,都会带来某种尴尬;而且不得不当着接待者的面寻找见证人,声明自己并非受邀之客,而是作为某某人的‘影子’来吃晚饭,这也极不体面;再者,侍奉并伺机照料他人的抹油与沐浴,无论对方拖沓还是匆忙都得迁就其时刻,这极其卑屈,全然一副格纳托派头——假使格纳托当真是靠蹭他人饭食度日的最狡黠之辈。更何况,若没有任何时候更允许人们道出: ‘舌头啊,你若想适度夸耀某事, 便说出来吧,’ 且在饮酒时的言行举止中,最彻底的直率坦言与诙谐玩笑交融在一起,那么,一个既非正当客人、亦非主人亲邀,反倒在某种意义上如同私生子般被非法列入酒会之人,在此究竟该如何自处?因为对在座众人无论言语直率与否,都极易招致诽谤中伤。对于那些不以为耻反倒甘愿被称为‘影子’并欣然应诺的人来说,称谓的随便与粗鄙亦非微不足道的祸患,因为在言辞上轻易听任摆布,会让人在行事上也对卑鄙行径习以为常。因此,我在宴请同伴时虽曾许予对方带‘影子’——毕竟城邦的风俗根深蒂固,难以推却——但至于我自己受别人邀请去参加第三者的宴会,我至今依然坚辞不就。”

语法注3 条
  1. 1ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο·

    引自荷马《伊利亚特》第2卷第409行。此句为先取句法(prolepsis,先行提宾),原本作为从属从句(ὡς 从句)主语的名词(ἀδελφεός)被提前置于主句动词(ᾔδεε)的宾格位置(ἀδελφεόν),意为“他深知其兄长如何操劳”。

  2. 1Ἀριστόδημον ἀναπείσαντος ... καὶ παθόντα τι γελοῖον

    修饰介词短语 ἀπὸ Σωκράτους 的分词一致关系。属格分词 ἀναπείσαντος 与前面的名词 Σωκράτους 一致,而连词 καί 后面的宾格分词 παθόντα 则与 ἀναπείσαντος 的宾语 Ἀριστόδημον 一致。这种格的变化体现了逻辑主体的转移:是苏格拉底说服了阿里斯托得谟,而遭受滑稽遭遇的则是阿里斯托得谟。

  3. 707bἐπὶ τῷ ξένῳ ποιεῖσθαι τὴν κλῆσιν

    介词 ἐπί 接与格表示权限或裁量权的归属(意为“由……决定”、“听凭……处置”)。此处指 ποιεῖσθαι τὴν κλῆσιν(发出邀请)这一权利被交由外邦宾客(ἐπὶ τῷ ξένῳ)自行裁夺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.6.1-7.6.2