← 普鲁塔克

食桌谈话录

§7.5.4

以崇高诗歌与理性抵御低俗音乐

对话者质疑理性在抵御音乐快感方面究竟能发挥何种实际作用,兰普里亚斯阐释道,应当通过重温古人崇高的诗歌与典雅言辞来抵御低俗表演并净化耳目。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.4

γενομένης οὖν σιωπῆς τί οὖν ἔφη ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν; οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐδʼ ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύραν ἁρμοζομένην ἢ κινούμενον αὐλόν. οὐ γὰρ οὖν εἶπεν ὁ Λαμπρίας ἀλλʼ ὁσάκις ἂν εἰς τὰς Σειρῆνας ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν. ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐδὲ συνοικίσαι τὴν Πάνθειαν· ἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν1 ἐπὶ τὸν Εὐριπίδην καὶ τὸν Πίνδαρον καὶ τὸν Μένανδρον, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοήν ὥς φησιν ὁ Πλάτων ἀποκλυζόμενον. ὥσπερ γὰρ οἱ μάγοι τοὺς δαιμονιζομένους κελεύουσι τὰ Ἐφέσια γράμματα πρὸς αὑτοὺς καταλέγειν καὶ ὀνομάζειν, οὕτως ἡμεῖς ἐν τοῖς τοιούτοις τερετίσμασι καὶ σκιρτήμασι "μανίαις τʼ ἀλαλαῖς τʼ ὀρινόμενοι ῥιψαύχενι σὺν κλόνῳ" τῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους κοινοὺς οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτου, οὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι.2

席间一阵沉默之后,他说道: “那么,我们指望理性做出何种举措,或是说出何种话语来施以援手呢?毕竟,当我们察觉到竖琴正在调音或长笛吹响之时,理性既不会为我们戴上色诺克拉底的那种耳罩,也不会让我们在用餐途中离席而起。” “确实不会,”兰普里亚斯说道: “但是,每当我们落入塞壬之手,就应当召唤缪斯,逃往古人的赫利孔山。因为对于恋慕昂贵交际花的人,我们无法将珀涅罗珀引荐给他,也无法将潘忒亚婚配与他;然而对于沉溺于拙劣低俗的滑稽剧、旋律与歌谣的人,却可以将他引向欧里庇得斯、品达与米南德,如柏拉图所言, ‘用清洌甘美之言 冲洗咸涩的听觉’。 正如术士们命令那些中邪着魔之人默诵并呼念以弗所的咒语一样,当我们置身于这般轻佻的啾唧与腾跃之中, ‘受狂乱与呐喊之骚扰, 伴着甩颈晃首的震荡’, 只要重温那些神圣庄严的篇章,并与崇高的歌谣、诗篇及典雅之言相对照,我们便不会彻底为之神魂颠倒,亦不会侧身放弃抵抗,任由自己如顺平缓之急流般被卷走。”

语法注2 条
  1. 706dἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν

    在无人称动词 ἔξεστι 支配不定式 μετάγειν 的结构中,分词 ἡδόμενον(以及随后的 ἀποκλυζόμενον)采用宾格,作及物动词不定式 μετάγειν 的直接宾语,与前句作 προσαγαγεῖν 和 συνοικίσαι 间接宾语的与格分词 ἐρῶντι 形成句法转换。

  2. 706eοὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι

    形容词 πλαγίους 作宾语补足语(谓语性形容词),修饰反身代名词 ἑαυτούς(“横向地 / 将侧面暴露”)。这一表达借用了航海或游泳的隐喻,形容船只或游泳者未能迎流而上,反而把侧身暴露给急流,以致无力反抗地顺流漂走。不定式 φέρεσθαι 表示 παραδώσομεν 的目的或结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.5.4