← 普鲁塔克

食桌谈话录

§7.5.3

视听之乐腐蚀心灵的潜在危害

兰普里亚斯反驳卡利斯特拉托斯,指出视听之乐因看似无害而易使人因无知放松戒备,且能直接侵蚀灵魂的裁决与思考部分,加之多由他人出资、可免费享受,因而反倒具有极大的腐化力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.3

ταῦτα τοῦ Καλλιστράτου εἰπόντος, ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν ἀκροαμάτων χορηγοὺς θρασυνομένους οὐ τοῦτʼ ἔφη τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον ἔδει γὰρ πατέρα προσαγορεύειν ὑφʼ οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἔοικας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δʼ ἄγνοια ποιεῖ καὶ παρόρασις. ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτʼ ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν· ὅσα δʼ οὐκ εὐθὺς οὐδὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθʼ ὑπʼ ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους ἀστοχοῦντας, οἷς νόσοι τε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα χαῖρε φίλον φῶς ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης· ἢ τὸν Ἀβδηρίτην Ἀνάξαρχον, "ὅς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, τῇ πλεῖστοι ὑποτρείουσι σοφιστῶν." ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπως οὐχ ἁλώσονται προσέχοντας, ἐκπεριοδεύουσαι περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτους ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶ ἀκολάστους ἀκρατεῖς ὁμοίως οὐ καλοῦμεν·1 οὐ γὰρ εἰδότες ἀλλὰ διʼ ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον.2 ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν. δεῖ δὲ καὶ τὴν ἐν ὄμμασι καὶ τὴν ἐν ὠσὶ γαργαλίζουσαν μαλακίαν καὶ ἡδυπάθειαν φοβεῖσθαι, καὶ μήτε πόλιν ἀνάλωτον νομίζειν τὴν τὰς ἄλλας πύλας βαλανάγραις καὶ μοχλοῖς καὶ καταρράκταις ὀχυρὰς ἔχουσαν, ἂν διὰ μιᾶς οἱ πολέμιοι παρελθόντες ἔνδον εἰσίν· μήθʼ ἑαυτὸν ἀήττητον ὑφʼ ἡδονῆς, εἰ μὴ κατὰ τὸ Ἀφροδίσιον ἀλλὰ κατὰ τὸ Μουσεῖον ἑάλωκεν ἢ τὸ θέατρον· ὁμοίως γὰρ ἐγκέκλικε καὶ παρέδωκε ταῖς ἡδοναῖς ἄγειν καὶ φέρειν τὴν ψυχήν· αἱ δὲ παντὸς ὀψοποιοῦ καὶ μυρεψοῦ καὶ δριμύτερα καὶ ποικιλώτερα φάρμακα τῶν μελῶν καὶ τῶν ῥυθμῶν καταχεόμεναι τούτοις ἄγουσιν ἡμᾶς καὶ διαφθείρουσιν, αὑτῶν τρόπον τινὰ καταμαρτυροῦντας "τῶνδε γὰρ οὔτε τι μεμπτὸν οὔτʼ ὦν μεταλλάττον ὡς Πίνδαρος ἔφη τῶν ἐπὶ ταῖς τραπέζαις, ὅσσʼ ἀγλαὰ χθὼν πόντου τε ῥιπαὶ φέρουσιν" ἄρτι παρακειμένων. ἀλλʼ οὔτʼ ὄψον οὐδὲν οὔτε σιτίον οὔθʼ ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφʼ ἡδονῆς φωνήν, οἵων ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς· ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος· ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι· καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖ δάκτυλον ὀψοφάγου3 καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν· ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ τῶν συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς "κύψας καθʼ ἑαυτὸν τῶν τραγημάτων ἔφλα·" χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ τὸ λῦσαι βαλλάντιον οὐ πάνυ ῥᾴδιον· ταύταις δὲ ταῖς ἐλευθερίαις λεγομέναις περὶ ὦτα καὶ ὄμματα φιλομούσοις καὶ φιλαύλοις μουσομανίαις προῖκα καὶ ἀμισθὶ τῶν ἡδονῶν πάρεστι πολλαχόθεν ἀρύτεσθαι καὶ ἀπολαύειν, ἐν ἀγῶσιν, ἐν θεάτροις, ἐν συμποσίοις, ἑτέρων χορηγούντων· ὅθεν ἕτοιμον τὸ διαφθαρῆναι τοῖς μὴ βοηθοῦντα καὶ παιδαγωγοῦντα τὸν λογισμὸν ἔχουσι.

卡利斯特拉托斯说完这番话后,兰普里亚斯看到那些演艺节目的组织者变得更加放肆,便说道: “莱翁之子啊,原因并不在此。依我看,古人把狄奥尼索斯称为遗忘(勒忒)之子是不恰当的,他们本应称他为遗忘之父。正是由于他,你现在似乎也忘记了:在关乎快感的过错中,有些是由放纵造成的,有些则是由无知和疏忽造成的。凡是危害显而易见的地方,人们往往因放纵而强行压制理性去犯错;而在那些不会立刻或当场施加荒淫恶果的事情上,人们则是出于对危害自身的无知而做出抉择并付诸行动的。因此,对于那些在饮食、房事和饮酒上未能克制,以致招来诸多疾病、财产毁灭和恶名的人,我们称之为放纵者。例如著名的狄奥德克特斯,尽管患有眼疾,但在情人出现时仍说道: ‘欢欣吧,亲爱的光芒!’ 又如人们对阿布德拉的阿那克萨尔科斯的描述: ‘他纵然深知一切, 如人们所言,仍是悲惨的;那受快感击打的本性 将他反向拖拽,大多数智者都屈服于它。’ 然而,对于那些避开人们在腹部、生殖器、味觉和嗅觉上布下的防线——人们严加防备以免沦陷——却悄然迂回至双眼和双耳周围筑巢设伏的快感,落入其中的人虽与前者同样充满激情且淫逸,我们却不同样称他们为放纵者。因为他们不是明知故犯,而是出于缺乏经验而随波逐流;他们甚至以为,只要能在剧场里不吃不喝度过一整天,自己就是战胜了快感——这正如陶罐若是自傲于没有被从腹部或底部托起,却轻易地被人抓着耳朵(把手)提走一样。因此阿凯西劳斯曾说,从后面做淫乱的被动者,还是从前面做,并无区别。人们应当畏惧在眼耳中骚弄痒处的柔弱与淫乐,绝不要以为一座城市的其他城门用门闩、横木和吊闸固守,倘若有一道门已被敌人闯入且敌人在城内,这座城仍是攻不破的;同样,也不要以为只要自己不是沦陷于阿佛洛狄忒神庙,而是沦陷于缪斯神庙或剧场,就是未被快感击败。因为同样已经屈服,并将灵魂交由快感随意摆布。而这些快感倾泻下比任何厨师或调香师都更辛辣、更繁复的曲调与节拍之药剂,以此牵引并败坏我们,而我们在某种程度上也在作不利于自己的见证: ‘因为对于眼前桌上的这些东西, 既无丝毫可指摘之处, 亦如品达所言,无需替代, 即光辉大地与汹涌大海所孕育的一切’—— 这些佳肴刚刚陈列在桌上。然而,无论是任何珍馐、食物,还是此刻饮用的这般醇酒,都未曾在快感中引发过如此呼声,如同方才的笛声与击节声让整座屋宇——若非整座城池的话——充斥着骚动、掌声与呐喊。因此,必须格外防范这些快感;因为它们最为强大,并不像关乎味觉、触觉和嗅觉的快感那样止于灵魂的无理性与纯肉体部分,而是触及了负责裁决和明辨的部分。此外,对于其他享乐,即便理性在抗争中败下阵来,某些情感也常常会横加阻拦:在鱼市上,吝啬会按捺住嗜鱼者的手指;对金钱的贪恋会打消对昂贵交际花的迷恋;正如在米南德的剧中,当宴席上的每个人遭到把傲慢少女带到他们面前的妓院老板算计时, ‘各自低头大嚼干果干点’, 因为债务是对放纵的严厉惩罚,解开钱袋绝非易事。但对于这些围绕耳目的所谓高雅的爱乐与笛乐狂热,人们却能在竞技会、剧场和宴席上,在他人承担费用的情况下,免费而无偿地从各处汲取并享用快感。因此,对于那些缺乏理性来辅助和引导的人而言,败坏已是随时可至。”

语法注3 条
  1. 705dὅσαι δὲ τῶν ἡδονῶν... τούτους... ἀκρατεῖς ὁμοίως οὐ καλοῦμεν

    破格句(破格结构):句首由关系代词引导分句 ὅσαι δὲ τῶν ἡδονῶν... λοχῶσαι(“至于那些……设伏的快感”),但在主句动词 οὐ καλοῦμεν 处,宾语转换为了指代受害者的代词 τούτους(“这些人”),从而将句意焦点由快感的特征转向了被快感俘获的人群。

  2. 705eὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον

    带有双关意味的比喻句:γαστήρ(腹部/罐身)与 ὦτα(耳朵/罐耳把手)既指人体器官,又指陶罐构造,将陶罐被抓着把手提走与人经由听觉被快感俘获巧妙叠合。句法上,中性冠词分词短语 τὸ μὴ ... αἰρόμενον ... μεταφερόμενον 作 μέγα φρονοίη 的主语,表示“正如陶罐中那不从腹部或底部被抬起、却轻易从耳朵被提走的陶罐自命不凡一样”。

  3. 706bκαθαιρεῖ δάκτυλον ὀψοφάγου

    源自鱼市拍卖习俗的成语性表达:在古代鱼市上,买家通过举起手指来竞价购买高价鱼类,因此“吝啬将嗜鱼者的手指拉下”意指对花费的精打细算迫使其放弃竞标出价。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.5.3