- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.5.1-7.5.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮提亚节宴席上一位伴笛歌手的狂热演奏引发众宾客的放浪狂欢,演奏结束后,卡利斯特拉托斯开篇论述视听之乐虽同样能魅惑动物,但因其专属于灵魂且光明正大,故当在公共场所与众人共享。
ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον· ἑστιῶν δʼ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον· ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφʼ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι,1 καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δʼ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους ὀρρωδοῦντι δʼ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός,2 οὕτως ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς·
在皮提亚竞技会期间,身为近邻同盟监察官的卡利斯特拉托斯,依法将一位报名迟到的同邦公民兼好友的伴笛独唱者排除在竞赛之外;但他在宴请我们时,却将这位盛装打扮、佩戴花冠的歌手连同歌队一起引入宴席,其排场一如在赛场上那般隆重。对宙斯发誓,起初这真是一场高雅的演出;随后,他撼动并试探了整场宴席,当察觉到大多数人已经倾倒,并在快感的作用下任由他随心所欲地摆布,沉溺于笛声并放纵无度时,他便彻底卸下伪装,证明了音乐比任何美酒都更能使那些毫无节制、肆意沉溺其中的人沉醉。因为仅仅靠躺着呼喊和鼓掌已不再能满足他们,最终大多数人都跃然而起,随着乐曲一起做出粗俗不堪的动作,然而那些动作恰好合乎那些节拍与旋律。当演奏停止,宴席宛如从癫狂中恢复常态时,兰普里亚斯本想向年轻人们直言相谏,但他因唯恐自己显得过于令人厌烦和扫兴而有所顾虑,卡利斯特拉托斯见状便顺势定下了谈话的调子,说了大致如下的话: “对于放纵的罪名,”
ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδʼ Ἀριστοτέλης αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δʼ ἄλλαις καὶ τὰ θηρία φύσιν ἔχοντα χρῆσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις ἐπαυλεῖται νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός φησι κεκινῆσθαι πρὸς ᾠδήν "ἁλίου δελφῖνος ὑπόκρισιν·3 τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος." ὀρχούμενοι δὲ τοὺς σκῶπας αἱροῦσι, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας. οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢ ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δʼ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλʼ ἐλευθερίου διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων.
他说,“我自己也为对倾听和观赏的喜好开脱。但我绝不完全赞同阿里斯托克塞诺斯,他声称唯有这些快乐才配冠以‘美妙’之名。因为人们也把美味佳肴和香膏称为‘美妙’,在享用了愉悦奢华的晚餐后也会说办得‘美妙极了’。在我看来,就连亚里士多德将关乎视觉与听觉的愉悦从放纵中免除时,称只有这些才是属人的,而其他快乐则是野兽本性上同样能享受和共有的,这也并非出于正当的理由。因为我们看到,许多无理性的动物同样会被音乐所魅惑,比如鹿被排箫魅惑,而母马交配时也会吹奏被称为‘配种曲’的笛调。品达也说自己受到歌声的激发: ‘仿效海中的海豚, 在无浪的外海深处, 长笛那悦耳的旋律将它打动。’ 人们还通过跳舞来捕获角鸮,因为它们喜悦于眼前的景象,并模仿着一同把双肩左右摆动。因此,除了这种快乐唯独属于灵魂,而其他快乐属于身体并止于肉体周围之外,我看不出这种快乐有何独特之处。旋律、节拍、舞蹈和歌唱在越过感官之后,将令人愉悦与酥痒的刺激沉淀在灵魂的喜悦部分。因此,此类快乐绝无隐藏之必要,也不需要昔勒尼学派所谓的黑暗与四壁围护;相反,人们为此兴建体育场与剧场;与众人一同观赏和聆听某物更令人愉悦,也更加庄严,因为我们让尽可能多的人成为见证者,这绝非见证放纵与淫乐,而是见证一种自由而文雅的消遣。”
- 704dπαρέχοντας ὑφʼ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι
此处 παρέχω 作反身用法(省略反身代词 ἑαυτούς),后接不定式 χρῆσθαι,意为“任由他(演奏者)随心所欲地处置/摆布”。ὅ τι βούλοιτο 为过去语境中的从属从句祈愿语气。
- 704eὀρρωδοῦντι δʼ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός
与格分词短语 ὀρρωδοῦντι ... αὐτῷ 对后文的主句动词 παρέσχε 而言充当关涉与格(dative of reference/interest),前置以突显谈话主题(兰普里亚斯)。连词 μή 则由表示恐惧担心的动词 ὀρρωδέω 引出从句,接虚拟式 γένηται,意为“担心自己是否会变成……”。
- 704eἁλίου δελφῖνος ὑπόκρισιν
品达引文中宾格名词 ὑπόκρισιν 作状语性宾格(副词性方式宾格),意为“模仿/效仿海豚之举止”。它修饰前面的 κεκινῆσθαι πρὸς ᾠδήν,将诗人受诗歌激发的状态比作海豚受笛声鼓舞而跃动的模样。
