- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.4.5-7.4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
关于在餐桌上留有余食的习俗,欧斯特罗福斯从与仆人分享食物及驯服生灵的角度加以阐述,叙述者(普鲁塔克)则引用诗人例证强调为客人与未来预作准备以及克制欲念,最后琉喀俄斯阐明了餐桌的神圣性及其对大地的摹仿。
ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Εὔστροφος ἆρʼ οὖν ἔφη τοῦτο καὶ τῷ περὶ τῆς τραπέζης λόγῳ πάροδον οἰκείαν δίδωσιν, οἰομένῳ δεῖν ἀεί τι καταλιπεῖν1 οἰκέταις ἀπὸ δείπνου καὶ παισὶν οἰκετῶν; χαίρουσι γὰρ οὐχ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες. διὸ καὶ τοὺς Περσῶν βασιλεῖς φασιν οὐ μόνον φίλοις καὶ ἡγεμόσι καὶ σωματοφύλαξιν ἀποπέμπειν ἀεὶ μερίδας, ἀλλὰ καὶ τὸ τῶν δούλων καὶ τὸ τῶν κυνῶν ἀεὶ δεῖπνον ἐπὶ τῆς ἐκείνων προτίθεσθαι τραπέζης, ὡς ἀνυστὸν ἦν, πάντας οἷς ἐχρῶντο ποιουμένων ὁμοτραπέζους καὶ ὁμεστίους. ἡμεροῦνται γὰρ τῇ τῆς τροφῆς μεταδόσει καὶ τὰ σκυθρωπότατα τῶν θηρίων.
我说了这些话后,欧斯特罗福斯说: “那么,这是否也为关于餐桌的议题提供了一个恰切的切入点?这一观点认为应当始终从晚餐中为家仆及其子女留下一些食物。因为他们所欢喜的,不在于单纯获得施舍,而在于与主人共享。因此人们说,波斯王不仅总是给朋友、将领和侍卫分送食物,而且连奴隶和犬只的饭食也总是摆在他们自己的桌上,尽其所能使所用之人与牲畜都成为同席同食的伙伴。因为即便最凶猛的野兽,也能通过分享食物而被驯服。”
ἐγὼ δὲ γελάσας ἐκεῖνον δʼ εἶπον ὦ ἑταῖρε, τὸν ἐκ τῆς παροιμίας ἀποκείμενον ἰχθῦν διὰ τί οὐχ ἕλκομεν εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφʼ ἧς ἀπηγόρευε καθῆσθαι, διδάσκων ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν; ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ λεῖπέ τι καὶ Μήδοις διὰ στόματὸς ἐστιν, ἐξ οὗ Μῆδοι τήν τε Φωκίδα, καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον ἀεὶ δὲ καὶ· πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι τὴν τράπεζαν· τῶν τε γὰρ περὶ τὸν Αἴαντα καὶ τὸν Ὀδυσσέα πρέσβεων ἀφικομένων, οὐδὲν ἔχων ἕτοιμον ἀναγκάζεται μαγειρεύειν ἐξ ὑπαρχῆς καὶ ὀψοποιεῖν τόν τε Πρίαμον φιλοφρονεῖσθαι βουλόμενος πάλιν ἀναΐξας ὄιν ἄργυφον σφάττει καὶ διαιρεῖ καὶ ὀπτᾷ, πολὺ μέρος περὶ ταῦτʼ ἀναλίσκων τῆς νυκτός. ὁ δʼ Εὔμαιος, ἅτε δὴ θρέμμα γεγονὼς σοφοῦ σοφόν, οὐ πράγματʼ εἶχε, τοῦ Τηλεμάχου ἐπιφανέντος, ἀλλʼ εὐθὺς ἑστιᾷ καθίσαντα, πίνακας κρεῶν παρατιθεὶς "ὀπταλέων, ἃ ῥα τῇ προτέρῃ κατέλειπον ἔδοντες." εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γʼ οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως· ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων.
我便笑着说: “我的朋友,我们为何不把谚语中那条 ‘储存起来的鱼’, 连同毕达哥拉斯的升斗一起搬出来呢?毕达哥拉斯禁止人坐在升斗之上,正是教导我们要始终从当下之物中为未来留下一些,并在今日心念明日。对于我们维奥蒂亚人来说,自波斯人抄掠践踏福基斯和维奥蒂亚边境以来,那句 ‘也给波斯人留点吧’ 便常挂在嘴边;但在任何地方、任何时候,那句 ‘也给到访的客人留点吧’ 才应当随口备用。就我而言,我总责备阿喀琉斯的餐桌总是被发现空空如也、饥肠辘辘;因为在埃阿斯和奥德修斯等使节到达时,他手头毫无准备,不得不从头开始烹调备菜;而在想要殷勤款待普里阿摩斯时,又再次 ‘跳起身来将一头白羊’ 宰杀、切碎并烧烤,为此耗费了大半夜的时间。然而欧迈俄斯作为智者的贤明仆人,在忒勒玛科斯出现时却毫无窘迫,让他坐下后立即款待,端出了装满 ‘前一天吃剩留下的烤肉’ 的盘子。如果说这看起来微不足道,那么另一件事绝非微小,即在享受尚存之时克制并收敛食欲;因为习惯了节制眼前之物的人,对缺席之物的渴望也会更少。”
ὑπολαβὼν δʼ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δʼ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζʼ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπʼ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον2 ἀπολειπομένην.
琉喀俄斯接着说,他记得听祖母说过,餐桌是神圣的,而神圣之物绝不可空无一物。 “而且在我看来,”他说,“餐桌也是大地的摹本;因为除了滋养我们之外,它也是圆形的、稳固的,并且被某些人恰切地称作 ‘灶火’。 因为正如我们期盼大地始终为我们蕴藏并带来有益之物一样,我们也认为不应看到餐桌被遗留得空空如也且毫无压舱之重。”
- 5τῷ περὶ τῆς τραπέζης λόγῳ πάροδον οἰκείαν δίδωσιν, οἰομένῳ δεῖν ἀεί τι καταλιπεῖν
分词 οἰομένῳ(阳性与格单数)在语法上与前项 τῷ... λόγῳ(“论述/主张”)在性、数、格上一致,构成一种拟人化的转移修饰(“主张……的论调”)。在意义上,它指代持有该观点的人。
- 704bἀνερμάτιστον
该形容词源自 ἕρμα(“船的压舱物”)。从字面上“缺乏压舱物/不稳固”的航海本义引申而来,在此处比喻餐桌缺乏食物的承载与充实,显得空虚而无着落。
