- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.4.1-7.4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗洛鲁斯等人讨论了古代罗马人不扫空餐桌及不熄灭油灯的习俗,并从火的生命本性、对后继者的关照以及培养感恩之心的角度阐明了其缘由。
Φιλάρχαιος ὢν ὁ Φλῶρος οὐκ εἴα κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλʼ ἀεὶ τῶν ἐδωδίμων ἐπʼ αὐτῇ ὑπέλειπε. καὶ οὐ τοῦτο μόνον ἔφη οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖ μάλα παραφυλάττοντας,1 ἀλλὰ μηδὲ λύχνον ἐῶντας ἀποσβεννύναι· καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς Ῥωμαίους ἐξευλαβεῖσθαι· τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην τοὔλαιον ἀναλίσκωσι. παρὼν οὖν Εὔστροφος Ἀθηναῖος εἶτʼ ἔφη τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν, ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις· εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτʼ ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρεις διαμένουσι. γελάσας δʼ ὁ Φλῶρος οὐκοῦν εἶπεν ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι.2
富有怀古之心的弗洛鲁斯从不允许将餐桌收拾得空无一物,而是总要在桌上留下一些食物。 “而且不仅是这一点,”他说,“我知道我的父亲和祖父都极严谨地遵守着,他们甚至不允许将灯熄灭;因为古代罗马人对这一点也极其谨慎戒惧,而如今的人们却在饭后立刻将其吹灭,以免白白消耗灯油。” 在座的雅典人欧斯特罗福斯便说: “那么,如果他们不向我们的朋友波利哈尔穆斯讨教妙计,这样做对他们又有何益处呢?他说自己深思熟虑了很长时间,怎样才能让奴仆们不偷灯油,好不容易才想出一个办法:那就是灯刚一熄灭就立刻把它加满,然后在第二天再查看它们是否仍旧满着。” 弗洛鲁斯笑着说: “那么,既然这个难题已经解决,我们不妨探讨一下其中的道理,即古人何以可能对油灯和餐桌都怀有如此审慎的戒惧之心。”
πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους· δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δʼ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου· τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ τρέφοντας καὶ φυλάττοντας· τὸ δʼ ἄλλο διʼ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ βιάζεσθαι3 μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο.
于是,大家首先探讨了关于油灯的问题。他的女婿凯塞尔纽斯认为,前辈们是由于火与不灭之圣火的同族亲缘,才将任何火的毁灭都视为不敬而加以回避的;因为毁灭有两种,如同人一样,一种是被熄灭的暴力毁灭,另一种则是自然枯竭的消亡。因此,对于圣火,他们通过不断供养与守护来防备这两种毁灭;而对于其他的火,他们则任其自行枯萎,既不用外力强行熄灭,也不吝惜灯油,就像剥夺牲畜的生命只为免去徒劳的喂养一样。
Λεύκιος δʼ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δʼ ἱερὸν πῦρ οὐκ ἄμεινον αἱρουμένους ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν· ἀλλʼ ὥσπερ Αἰγυπτίων ἐνίους μὲν τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκων ἢ κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον· οὐ γὰρ οἷόν τʼ ἦν ἅπαντας· οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενόν τε καὶ τρεφόμενον διʼ αὑτοῦ καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα· μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς· βοᾷ γὰρ καὶ φθέγγεται καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον· εἰ μή τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας βέλτιον.
然而弗洛鲁斯的儿子琉喀俄斯说,其他方面虽说得极好,但他们并非将圣火选作优于其他的火、或是更尊贵之物才如此敬奉关怀;相反,正如某些埃及人敬重并尊崇所有的狗,另一些人尊崇狼或鳄鱼,但他们各自只饲养一只狗、鳄鱼或狼——因为不可能全部供养——在此处,对那一簇圣火的服侍与守护,同样是对一切火的敬畏之象征。 “因为没有任何事物比火更像有生命的生物了,它自行运动、自行摄取养分,并通过其光芒,正如灵魂一样,显明并阐清一切事物;尤其是在其熄灭与毁灭之时,更展现出并非不具生命本原的力量。因为它会呼喊、发声并奋力抵抗,宛如遭受暴力残杀而濒死的生灵一般;除非你,”他看着我说,“能说出更精辟的见解。”
οὐδέν εἶπον ἐγώ τῶν εἰρημένων αἰτιῶμαι· προσθείην δʼ ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλʼ ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθʼ ἡμᾶς. ὅθεν οὐδὲ φῶς λύχνου μὴ δεομένους ἀπολλύναι διὰ μικρολογίαν καλόν, ἀλλὰ τηρεῖν καὶ ἀπολείπειν, εἴ τις ἔλθοι δεόμενος παρόντος ἔτι καὶ λάμποντος· καὶ γὰρ ὄψιν, εἰ δυνατὸν ἦν, καὶ ἀκοὴν χρῆσαι καλῶς εἶχεν ἑτέρῳ, καὶ νὴ Δία τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν, μέλλοντας αὐτοὺς καθεύδειν καὶ ἡσυχάζειν. ὅρα δέ, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο4 καρποφόρους, καὶ συκῆν τινα προσηγόρευσαν ἱερὰν Ἀθηναῖοι καὶ μορίαν ἐκκόπτειν ἀπαγορεύουσι· ταῦτα γὰρ οὐ ποιεῖ πρὸς δεισιδαιμονίαν ἐπιφόρους, ὡς ἔνιοί φασιν, ἀλλὰ προσεθίζει τὸ εὐχάριστον ἡμῶν καὶ κοινωνικὸν ἐν τοῖς ἀναισθήτοις καὶ ἀψύχοις πρὸς ἀλλήλους. ὅθεν ὀρθῶς μὲν Ἡσίοδος οὐδʼ κἶώιώσρ "ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων" ἐᾷ παρατίθεσθαι σῖτον ἢ ὄψον, ἀλλʼ ἀπαρχὰς τῷ πυρὶ καὶ γέρα τῆς διακονίας ἀποδιδόντας· εὖ δὲ Ῥωμαῖοι χρησάμενοι τοῖς λύχνοις, ἣν ἔδοσαν οὐκ ἀφῃροῦντο τροφήν, ἀλλὰ χρῆσθαι ζῶντας εἴων καὶ λάμποντας.
“我并不挑剔,”我说,“方才所说的一切;但我愿补充一点,即这一习俗亦是对仁爱之心的教导。因为当我们自己吃饱之后,去销毁多余的食物是不敬的;当我们畅饮泉水之后,去堵塞掩盖甘泉是不敬的;我们在利用了航海与道路的标记之后,将其毁损也是不敬的;相反,应当为后来有所需求之人留下并保留这些有益之物。因此,当我们自己不再需要灯光时,出于小气吝啬而将其熄灭同样是不高尚的,而应加以保留并遗存下来,以防有人在它依然闪亮时急需使用;因为如果可能的话,当我们要去安睡休息时,将我们的视觉和听觉借予他人,甚至向宙斯发誓,将我们的智慧和勇气借予他人,也是一件极好的美德。再者请看,古人为了培养感恩之心而任由这种看似过度的敬慎流传,不仅毫无荒谬地尊崇能结果实的橡树,雅典人还称某种无花果树为圣树,并明令禁止砍伐神圣橄榄树;因为这些做法并非如某些人所言,会使人趋于迷信,而是通过对无知觉、无灵魂之物的关照,训练并使我们彼此之间的感恩与社会友爱之心成为习惯。因此,赫西俄德极为正确地不允许 ‘从未经献祭的炖锅上’ 盛取粮食或肉菜,而是要求将初熟之物与劳役的酬报归还给火;罗马人善待油灯,并不剥夺他们所给予的养分,而是任由它们在活着并发亮时享用这养分。”
- 1ἔφη οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖ μάλα παραφυλάττοντας
认知动词 οἶδα(知晓)接宾格分词 παραφυλάττοντας 作补足语的从属构词法(“我知道父亲与祖父极严谨地遵守……”),其间插入动词 ἔφη。
- 702eσκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι
名词短语 τὸν λόγον 作主句动词 σκεψώμεθα 的直接宾语,其后未加关系词(校勘本常补入〈ᾧ〉或〈διʼ ὃν〉),直接接由非人称表达 εἰκός ἐστι 统领的带不定式从句 τοὺς παλαιοὺς ... εὐλαβεῖς γεγονέναι,用以说明考量其理由的实质内容。
- 702eτὸ δʼ ἄλλο διʼ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ βιάζεσθαι
间接引语中的带不定式结构:代词宾格 αὐτούς(古人们)充当不定式 περιορᾶν(任凭)和 βιάζεσθαι(强行熄灭)的逻辑主语;中性单数宾格 τὸ δʼ ἄλλο(其他的火)作宾语,并带有分词补语 μαραινόμενον(自行枯竭)。
- 703cὅρα δέ, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο
祈使动词 ὅρα(试看/考量)后接引导间接疑问的连词 εἰ(是否)。阳性主格复数分词 ἐφιέντες 与主语 οἱ παλαιοὶ 一致,作方式或伴随状语(“古人为了训练感恩之心而任凭这些极端的敬慎,从而合情合理地尊崇橡树……”)。
