- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.3.1-7.3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由赫西俄德的诗句引发,同伴们探讨了为何酒以中层、橄榄油以上层、蜂蜜以底层为最佳的物理与性质原因。
Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου παραινοῦντος ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι ὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. τίς γάρ ἔφη οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δʼ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δʼ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνον καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου.1 ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες2 τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς ὥρμησαν.
我的岳父阿勒克西翁曾嘲笑赫西俄德的劝告: “开坛与见底时当尽情饮用,至于中段则当节省,”而在坛的中段恰是最好的佳酿。 “因为有谁不知,”他说,“酒以中层为最佳,橄榄油以上层为最佳,而蜂蜜以底层为最佳?赫西俄德却命人置中层的酒于不顾,并一直等待,直至坛中酒量减少而变质。” 这番话说过之后,众人便将赫西俄德搁置一旁,转而探讨产生这一差异的原因。
ὁ μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατὸν ἐστι, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λοιπῷ· κἂν περιτρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δʼ ἐπιπολάζοντος. οὐ μὴν οὐδʼ ὁ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων· πρῶτον μὲν γὰρ ἡ δύναμις αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα, καὶ τοῦτο διατηρεῖν βέλτιστον· ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δʼ ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος. ὅτι γὰρ ἐξίστησιν ὁ ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἴσμεν ἐπισφαλέστατον ὄντα· διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτω ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον· πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ὁ ἀὴρ ἐξίστησι μᾶλλον· ἐν δὲ τοῖς μεστοῖς ὁ οἶνος αὐτὸς ὑφʼ αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος·
关于蜂蜜的讨论并未给我们带来多大麻烦,因为几乎人人都知道,最轻的部分因其稀疏而最为轻浮,而致密且连续的部分则因其重量而沉积在其余部分之下;即便你倒转容器,在短时间内各自又会恢复适宜的位置,一者下沉,另一者浮于表面。 当然,关于酒也并不缺乏有说服力的论据。首先,它的效能本是温热,自然而然显得最聚集于中层,并将这部分保持得最好;其次,底层因有酒糟而质劣,表层则因空气邻近而败坏。因为我们知道,空气会夺去酒的品质,酒是极易受损变质的;因此人们才将酒坛深埋并加以遮盖,以使尽可能少的空气触及它们。最重要的一点是,盛满的容器并不像空出一部分的容器那样容易败坏酒质;因为大量空气涌入空出的空间,会更容易使酒变质;而在满坛之中,酒由其自身紧密维系,并不接纳来自外界的大量败坏之物。
τὸ δʼ ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. ὁ μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίγνεσθαι χεῖρον, ὑπὸ τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον ὂν ἀλλὰ δοκοῦν,3 ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, διʼ ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον· ὅθεν οὐδὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλʼ ἀποστατεῖ διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθʼ ἧττον ὑπʼ αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γιγνόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοις ἀγγείοις ἔλαιον· εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι· πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος τὸ ἀγγεῖον.
然而橄榄油却引发了颇为热烈的讨论。因为有人说,油的下层变差是由于被油渣搅浑,并非上层真的更好,而只是显得好,因为它离有害之物最远。另有人将其归因于致密性,正因这种致密,油最不可混合,除非受到猛烈撞击与拍打,否则绝不接纳其他液体进入自身;由此它也不与空气相混,而是由于微粒的细致与连续性而与空气隔绝,从而因空气未能克制它而较少为其所变质。但亚里士多德似乎与此说相抵触,正如他所说,他观察到在逐渐倒空的容器中,油反而变得更加芬芳,总体上也更好;随之他将变好的原因归于空气,因为空气降入空缺的容器后,量更大且支配力更强。
μήποτʼ οὖν4 ἔφην ἐγώ καὶ τοὔλαιον ὁ ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ὑπὸ τῆς αὐτῆς δυνάμεως. οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δʼ ἀσύμφορον παλαίωσις, ἣν ἑκατέρου προσπίπτων ὁ ἀὴρ ἀφαιρεῖ· τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένει, τὸ δʼ οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει· λελέχθαι πιθανῶς, ὅτι5 τοῖς ἐπιπολῆς πλησιάζων ὁ ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δʼ ἐλαίου βέλτιστον ἡ γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν.
“那么难道不是,”我说,“空气凭借同一种效力,既有益于油又损害了酒吗?因为陈化对于酒有益,对于油却不利,而空气落在两者之上,便夺去了陈化。凡被冷却者皆能保持新鲜,而因连续致密而无从呼吸者则迅速陈化衰老。因此可以令人信服地说,空气接近表层之物,使其保持新鲜。正因如此,酒之上层最劣,而油之上层最佳;因为陈化令前者获得最佳状态,却令后者陷入最坏境地。”
- 701eἀποδεοῦς τοῦ πίθου γενομένου
独立属格结构,表时间或条件:“当酒坛逐渐空虚/酒量减少时”。
- 701eχαίρειν ἐάσαντες
成语表达 χαίρειν ἐάω 意为“搁置一边”、“不再理会”。此处作阳性复数主格分词,修饰句子的主语,表示与会者不再纠缠于赫西俄德诗句本身,转而探讨物理原因。
- 702aοὐ τὸ ἄνω βέλτιον ὂν ἀλλὰ δοκοῦν
带有对比标记 οὐ... ἀλλά 的分词结构。中性单数宾格分词 ὂν 与 δοκοῦν 作名词短语 τὸ ἄνω 的谓词,表示实情与表象的对比:“上层并非更好,而只是显得好”。
- 702cμήποτʼ οὖν
引出委婉推测或谨慎提议的惯用表达(μήποτε 引出疑问或陈述),意为“难道不是……”、“或许……”。
- 702cλελέχθαι πιθανῶς, ὅτι
完成体被动不定词 λελέχθαι 呼应前文发言者的委婉提议(μήποτʼ οὖν),引出推论性说明:“可以令人信服地说……”。
