← 普鲁塔克

食桌谈话录

§7.2.1-7.2.3

触及牛角的种子难煮的原因

普鲁塔克等人在席间被敦促解释碰撞牛角的种子何以结出坚硬难煮的果实,他通过冷气压迫凝固与温热软化成熟的自然学机理解释了这一现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2.1

ἐν ταῖς Πλατωνικαῖς συναναγνώσεσιν ὁ λεγόμενος κερασβόλος καὶ ἀτεράμων ζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη· δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες,1 οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθʼ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων· οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥ τε καταπίνουσα φώκη τὴν πιτύαν ἁλισκομένη, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον, ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον· ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δʼ αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλʼ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον2 "γαστρὸς ἀπὸ πλείης βουλὴν καὶ μῆτιν ἀμείνω" γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος.

在柏拉图著作的合读中,所谓“触角者”与“难煮者”始终是一个探究的论题,这倒不在于其所指为何人——因为显而易见的是,人们认为碰撞到牛角的种子会长出难以煮软的果实,因而以此为隐喻,将顽劣刚愎之人称作“触角种”与“难煮者” ——然而人们所困惑的,乃是碰撞牛角的种子究竟因何原因而遭逢此种变化。我们屡次谢绝友人,尤其是忌惮塞奥弗拉斯特的论述,他在其中收集并记载了诸多我们无法查明原因的事象:诸如母鸡产卵后的聚草之举、海豹被捕时吞下自身凝乳酶、鹿将鹿角埋入地下,以及刺芹在被一只山羊含入嘴中时能让整个羊群停步。因为在这些事象中也列有触角种,其现象之发生固无可疑,其原因却令人困惑或极难索解。但在德尔斐的一次宴饮中,几位同伴向我们发难,借口不仅“腹中饱食能出良谋深思”,且酒力更使探讨愈发热烈、论断愈加大胆,要求我们就此难题发表看法。

§7.2.2

εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέα τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας· οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ χαλαζοφυλάκων αἵματι σπάλακος ἢ ῥακίοις γυναικείοις ἀποτρεπομένην καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ἃ ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει· καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. ἀλλʼ ἐὰν ταῦτʼ ἔφη ζητῇς ὁ Εὐθύδημος, αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται τιον αὐξάνεσθαι, τὸ δʼ ἂν καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες.

在我推辞之时,原本有着颇为得力的辩护者,即同僚祭司欧梯德穆与女婿帕特罗克勒斯,他们从农事与狩猎中列举了不少类似的事例:例如人们所深信的避雹之法,即由防雹者用鼹鼠之血或妇人之破布来禳解冰雹;又如野无花果被系于栽培无花果树上时,不令果实脱落,反能固定并助其一同成熟;再如雌鹿在被捕时流出咸泪,而野猪流出的泪水却是甜的。 “然而,若你探究这些,”欧梯德穆说,“你很快就不得不对西芹和小茴香也作出解释了;对于前者,人们认为若在发芽时加以践踏踩碎,会长得更加丰茂;对于后者,若边播种边咒骂责詈,亦复如是。”

§7.2.3

ἐπεὶ δὲ τοῦτο μὲν ὁ Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δʼ οὐκ ἄν τινα τῆς αἰτίας ὡς ἀλήπτου προέσθαι τὴν ζήτησιν3 ἐξεύρηκα ἔφην φάρμακον, ᾧ πρὸς τὸν λόγον ἐφʼ ἡμᾶς προσάξεις τουτονί, ἐὰν καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ἡ ψυχρότης τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖς καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος· ἡ δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες "ἔτος φέρει οὔτις ἄρουρα" τὰ καθʼ Ὁμήρου λέγουσι· τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμενα ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος· τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆς ἀρίστης καθʼ Ἡσίοδον εὐθημοσύνης, ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον ἢ σπειρομένοις προσέοικεν ὅθεν ἢ φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, ἢ δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαια καὶ ζῳόφυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἡ ἀλέα φυλάττει· διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος· οἱ δʼ ὕπαιθροι καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονες ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίγνεσθαι λέγουσι τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγιγνόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι· τοῖς δʼ ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμονας, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς· καὶ ὃ μέγιστόν ἐστι, τοῦ κυάμου τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντος ἢ ὕδατος.

弗洛鲁斯认为这不过是儿戏与虚妄之谈,认为不会有人因那些〔事象〕的原因难以把握就放弃探究,于是我说:“我已找到一剂良药,只要你也解释清楚所列问题中的若干条,你就能凭此药引使此人回转来与我们一同论述。在我看来,寒气使得小麦与豆类变得难煮坚硬,寒气压迫并凝固其质地直至坚硬;而温热则使其易溶且柔软。因此,那些说‘岁运致丰稔,田亩本无功’的人,其反对荷马之言并不正确;因为大凡天性温热之地,若大气的调和温润宜人,便能产出更为柔软的果实。凡从手中直接落入土中的种子,因被泥土遮蔽包裹并孕育,便能更多地享有土中的温热与湿润;而那些触碰牛角的种子,则未能获得赫西俄德所谓的‘最佳条理’,而是受阻滑落,更像被抛掷而非播种。因此,寒气若非将其彻底毁坏,便是侵袭其裸露的外皮,使它们变得难煮、乏汁而具木质。你且看,即使在石头中,温润的暖气亦使深埋土中及具生机之部分比表层者更为柔软;因此工匠们亦将适于雕琢之石埋入土中,仿佛令其借温热而成熟;而露天裸露之石则因寒冷而坚硬抗拒、难于加工且顽固难驯。人们亦说,谷物若在脱谷场上露天裸露留存较久,便会比即刻收起者更加难煮。在某些地方,扬谷时吹来的风亦因寒冷而使谷物难煮,正如人们在马其顿的腓立比所记载的那样;而贮存时的谷糠则能起到保护作用。当听闻农夫们说,即便两条平行的垄沟,其一结出难煮之实,另一则结出易煮之实,甚至更为显著的是,蚕豆荚中有的生出此种、有的生出彼种,我们亦无须惊异;这显然是因为冷风或冷水落在有的上面较少、落在有的上面较多所致。”

语法注3 条
  1. 1νομίζοντες

    与 ὅτι 从句动词 προσηγόρευον(他们称作)所隐含的泛指主语(人们)一致的主格复数分词。该分词自身支配着不定式宾语从句 τὰ προσπίπτοντα... ἐκφύειν,并最终连接至主句动词。

  2. 700dὡς οὐ μόνον

    在表示主观托辞或理由的连词 ὡς 统领下,宾格独立结构(βουλὴν καὶ μῆτιν ἀμείνω γιγνομένην)与属格独立结构(τοῦ οἴνου ποιοῦντος)通过 οὐ μόνον ... ἀλλὰ καί 并列组合,阐明了同伴们借酒力逼迫作者发言的由头。

  3. 701aἐκείνων δʼ οὐκ ἄν τινα τῆς αἰτίας ὡς ἀλήπτου προέσθαι τὴν ζήτησιν

    由 ᾤετο(以为)支配的宾格带不定式结构。不定代词 τινα 作宾格主语,与带有潜能小词 ἄν 的不定式 προέσθαι(会放弃)构成核心,其直接宾语为 τὴν ζήτησιν。τῆς αἰτίας 既可解释为修饰 ζήτησιν 的宾格性属格(对原因的探究),亦可视为动词 προέσθαι 所要求的离格性属格,两者在句意上均归结为“因不可捉摸而放弃对原因的探求”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.2.1-7.2.3