- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.1.3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者列举了多项解剖与生理学证据——包括无会厌鸟类的吞咽方式、气管受损时的液体喷漏、肺部疾患与无肺动物的特征,以及膀胱与肠道之独立与排泄物差异——来为柏拉图关于饮品经气管入肺的学说辩护,并告诫众人不当对哲人狂妄非难。
διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδʼ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ κατʼ ὀλίγον διιέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλʼ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτʼ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδʼ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον ἐπιθυμίαν· οἷς δʼ οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν τῆς διʼ αὐτῶν ἐνεργείας.1 ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν· εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλʼ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος2 ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δʼ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς περὶ τὴν κατάποσιν. ὅθεν οὐδʼ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτʼ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι καὶ ἄχραντον. ἀλλʼ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶ τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν3 εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δʼ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν ἔχοντος.
因此,鸟类既没有生成、也不具有会厌;因为它们既非吸吮,亦非舔舐,而是啄食并缓缓地、少量地让饮品通过,从而安静地润湿并浸润了气管。关于见证人便谈到这里。另一方面,柏拉图的论证首先从感官观察中获得了确证。因为当气管受创时,液体便无法被吞咽下去,而是如同管道断裂一般,被看见溢流到外面并喷涌而出,即便胃部仍保持完好无损。其次,我们皆知,肺部疾患常伴随着最酷烈的口渴,这是由于干燥或炎热,抑或某种在发炎的同时引发渴求的其他原因所致。比这更有力的证据则是:在动物中,凡天生没有肺部或肺部极小者,全然不需要饮水,也无此欲求;因为各器官对其相应功能的渴望是生来俱有的,而那些不具备这些器官的动物,对于借助它们所展开的活动便既无需要,亦无意愿。总括而言,对于拥有膀胱的生物而言,膀胱的生成似乎就成了徒劳无益的;因为如果胃将饮品与固形食物一同接收并送入腹部,那么流质食物的排泄物便完全无需单独的通道,而是如同排水沟一般,单一且共通的通道就已足够,既然二者经由相同的路径一同被输送至同一处所。然而事实却是,膀胱是独立的,肠道也是独立的;因为二者在吞咽时即刻分流,一者自肺部而来,另一者自胃部而来。因此,在流质排泄物中全然见不到干燥排泄物的任何痕迹,无论在色泽还是气味上都绝无相似之处;然而,若在腹中混合并搅拌,它理应充满后者的特质,而非如此洁净且未受污染地被过滤出来。不仅如此,腹中也从未形成过结石;然而,倘若所饮之物全部经由胃进入腹中,液体在腹中凝结成石的道理绝不亚于在膀胱之中。相反,事情似乎应当是:胃即刻从气管中汲取顺流而过的适量液体,用于软化和乳化食物,因而全然不产生流质排泄物;而肺部则如同〔分发〕气息一般,也将液体从自身分发给所需之各部,并将剩余的部分排泄至膀胱之中。因为这些说法远比对方的说法更加合乎情理。不过,在这些问题上真理或许难以企及,人们实不该对一位在声誉与权能上皆属第一流的哲学家,就如此晦暗不明且充满争议的事情表现得如此狂妄傲慢。
- 699eοἷς δʼ οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν τῆς διʼ αὐτῶν ἐνεργείας
不定式 παρεῖναι 充当带有主语(χρείαν 与 προθυμίαν)的“宾格与不定式结构”,承接前句由介词短语 διὰ τό 所支配的构造。此处使用否定词 μηδέ 而非 οὐδέ,正是因为延续了冠词不定式从属结构的管辖。
- 699eὥσπερ εὐδιαῖος
此处的 εὐδιαῖος 并非意为“晴朗的、风平浪静的”同形形容词,而是阳性名词,本指船底排放舱底污水的排水孔,引申指“排水沟、排污渠”,在此用以比拟 εἷς [πόρος] ... καὶ κοινός(单一且共通的通道)。
- 700aἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ... ἀποχρῆσθαι ... ὁ δὲ πλεύμων ... ἐκκρίνειν
动词 ἔοικεν 与不定式 ἀποχρῆσθαι 和 ἐκκρίνειν 构成人称构词法(personal construction),其语法主语为并列对照的 ὁ μὲν στόμαχος 与 ὁ δὲ πλεύμων,而非非人称主语。这种结构清晰地凸显了胃与肺各自职能的对比。
