- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.1.3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在尼基阿斯的论辩引发的沉默中,说话者起而为柏拉图辩护,援引荷马、欧里庇得斯的诗句以及菲利斯提翁、希波克拉底和狄奥克西普斯等医学权威的观点,论证饮品确实经由气管与肺部通过。
γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτως ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;1 οὐχ ἡμεῖς γʼ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα. "φάρυγος ʽ γάρ φησινʼ ἐξέσσυτο οἶνος, ψωμοὶ τʼ ἀνδρόμεοι·" χωρὶς εἰ μὴ2 τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δʼ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλʼ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα "πίνειν γὰρ ὁ Πρωταγόρας ἐκέλευσʼ, ἵνα πρὸ τοῦ κυνὸς τὸν πλεύμονʼ ἔκκλυστον φορῇ·" πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα "καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος·" Εὐριπίδης δὲ σαφῶς δήπου λέγων "οἶνος περάσας πλευμόνων διαρροάς" δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , διʼ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλʼ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες, οὐδʼ ὀλισθηρός, ἀλλʼ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλʼ οὔτε τοῦτο λέγειν οὔτʼ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδʼ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλʼ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατʼ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδʼ ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ.3
在一番言论之后场面陷入了沉寂,弗洛鲁斯遂开口说道: “难道我们就这样退让,任由柏拉图在缺席审理中败诉吗?” “我们绝不会如此,”我说道,“因为我们在舍弃柏拉图的同时,也必将舍弃荷马。荷马不仅绝非将液体从气管中驱离排除,甚至还让固形食物一同从此处喷出: ‘因为酒从咽喉中’,他说道,‘喷涌而出,连同人的肉块。’ 除非有人声称,库克洛普斯就如同只有一只眼睛那样,其食物与发声的通道也是同一条;抑或声称此处的‘咽喉’指的是胃,而非古今众人皆以此相称的气管。但我援引这些并非由于缺乏见证人,而是出自对真理的服从;因为柏拉图身旁本就有众多杰出的见证者。你若是愿意,尽可以略去欧波利斯在《谄媚者》中所说的: ‘普罗泰戈拉命他饮酒,以便在大犬之星前使肺部保持冲洗涤荡;’ 也可以略去风雅的埃拉托斯特尼所说的: ‘且以纯酒浸润深处的肺部;’ 然而欧里庇得斯分明说道: ‘酒穿过了肺部的孔道’, 这显然比埃拉西斯特拉图斯的见识更为敏锐。因为他洞察到肺部含有空腔,并密布细孔,液体正是借由此处得以穿过。因为气息在排出时并不需要这些细孔,反倒是为了液体以及随液体一同滑入之物,肺部才变得如同筛子一般多孔。而且,我可敬的朋友,将大麦粉与碎麦粒一同排出,对于肺部而言绝不比对于胃而言更为不合体统;因为我们的胃也并非如某些人所言那样光滑顺溜,而是带有凹凸粗糙之处,细碎微小之物极有可能碰上并附着于其上,从而免于被吞咽下去。但这两种说法其实都不足取;因为自然在运作方面的巧妙机理,是言辞所无法穷尽的;也无法恰如其分地详述自然所运用的各种工具——我指的乃是气息与热力——之精微。此外,我还为柏拉图引召洛克里斯的菲利斯提翁作为见证人,他不仅年代甚古,且因你们的医术而名扬四方;还有希波克拉底以及希波克拉底派的狄奥克西普斯;因为他们对饮品路径的指引,与柏拉图并无二致。事实上,那备受推崇的会厌也未曾逃过狄奥克西普斯的注意;他指出,在吞咽时液体围绕着会厌分流并涌入气管,而食物则滚落入胃中;绝无任何可食之物滑入气管,而胃则在容纳干燥食物的同时,接纳了与之相融的一部分液体。因为会厌位于气管之前作为一道隔膜与调控库,以便让饮品能够平缓且一点点地被过滤,而不至于迅速且一齐猛烈地涌入,从而强行压迫并扰乱气息,这原是十分合乎情理的。”
- 3ἐρήμην ὀφλισκάνοντος
ἐρήμην ὀφλισκάνειν 是一处法庭惯用语,意为“因缺席而败诉”,阴性形容词 ἐρήμην 之后省略了 δίκην(诉讼、判决)。此处用于属格绝对结构中,形象地将柏拉图比作因缺席且无人辩护而在审判中遭到定罪。
- 3χωρὶς εἰ μὴ
χωρὶς εἰ μή 是表示双重排除的复合连词短语,相当于“除非”、“除……之外”。在此处引出针对前述荷马诗句可能提出的极端或荒谬的反例假设。
- 699dἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ
在由 ὅπως 引导的目的从句中,动词 ἀποβιάζηται 与 διαταράττῃ 的逻辑主语依然是前面的中性名词 τὸ ποτόν(或作为修饰语的动形容词 ἐπιρρακτόν),而紧随其后的 τὸ πνεῦμα 则是这两个动词的宾格直接宾语。
