← 普鲁塔克

食桌谈话录

§7.1.1-7.1.2

关于饮品入肺之说的医学反驳

围绕阿尔开俄斯关于“以酒润肺”的诗句以及柏拉图《蒂迈欧篇》中的观点,医生尼基阿斯从解剖学与生理学角度反驳了饮品入肺之说,文法学家普罗托格内斯则引证荷马以辨析气管与食管的职能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.1

εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι "τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·" καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων ὁ φιλόσοφος. καίτοι τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν·1 ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ, φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνως δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐ συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον,2 οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατος.

在盛夏时节,一位同席者兴致所至,脱口吟诵出大家耳熟能详的这句诗: “以酒濡润肺腑,因大犬之星已然回转。” 尼科波利斯的医生尼基阿斯便说道:诗人阿尔开俄斯所不知晓之事,哲学家柏拉图同样不知,这倒也毫不足奇。然而阿尔开俄斯尚且多少能得到辩解,毕竟肺脏毗连胃脘,分享润泽而由此得以浸润,原是合乎情理的;但哲学家如此明白地写道,他说,饮品乃是通过肺部穿行而过,这就连最极力想要为他辩护的人,也未曾留下一条合乎情理的托辞。因为这实在是大谬不然。首先,潮湿的营养必须与干燥的食物相混合,胃作为盛纳两者的同一容器居于其下,将浸软湿透的食物输送至下腹腔,这才是顺理成章的;其次,肺脏既然完全平滑而致密,与大麦混饮混合饮用的大麦粉又怎能穿行而过而不至滞塞?埃拉西斯特拉图斯正是在这一点上向他提出了确凿的诘难。再者,他在探讨身体的大多数器官时,本已通过理性推求其终极目的,并力求如哲学家应有的那样,思索自然究竟是顺应何种功用而造化了每一器官,却不恰当地忽略了会厌的功能;会厌正是为此而设,以便在吞咽食物时紧压气管,阻挡任何异物掉落入肺部。因为一旦有异物滑入,在气息运行之际便会因剧咳而引起严重的粗糙与刮伤;而这道内门兼向两侧倾斜,在人们发声时覆盖胃脘(食管),而在饮食时则覆盖气管,从而为气息保持通道与呼吸的通畅。此外,他说,我们亦知,徐徐饮水者腹内滋润,甚于一饮而尽吸入液体之人;因为顺着冲力穿行之物会立时被逼入膀胱,而徐饮则能在食物中多加停留并使其软化,从而充分融合而残留其中。假使液体在吞咽时便立即被分流开来,而非我们在同时予以交融,并运送那如埃拉西斯特拉图斯所言将液体当作车乘一般使用的食物,那么上述情形便断然不会发生。

§7.1.2

τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε "λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε3 χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν." ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα.

在尼基阿斯详述这些见解时,文法学家普罗托格内斯说道:荷马最早看清了胃是食物的容器,而咽喉——古人称之为aspharagos者——则是气息的容器;因此人们习惯将大嗓门者称为erispharagoi。所以荷马在说到阿喀琉斯刺入赫克托耳的 “颈项,此处乃性命之速绝之地; 沉重青铜的梣木枪却未曾割断咽喉, 好使他尚能以言辞应答言说。” 正是将aspharagos视作声音与气息的固有通道,而将颈项……

语法注3 条
  1. 698aτὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν

    句首的 τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας 作为取决于前文 ἔφη 的带不定词宾格结构展开,而后文解释原因的分句中又插入了 πιθανόν ἐστιν(……是合情合理的),形成了轻微的句式交错。整句逻辑清晰:阿尔开俄斯尚可得到辩解,因为肺邻接胃并由此汲取湿气而得以润泽,是完全说得通的。

  2. 698dοὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐ συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον

    οὐκ ἂν ... συνέβαινε 为非真实条件句的结论从句(未完成过去直陈式加 ἄν)。条件部分由独立属格构成:前半句 διακρινομένων ... τῶν ὑγρῶν 提出被否定的假定条件,而 ἀλλʼ οὐ 之后则以 ἡμῶν 为逻辑主语,连接分词 συμπλεκομένων 与 συμπαραπεμπόντων,表达“若非我们同时将两者交融并护送食物”的对比性条件。

  3. 698eοὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε

    引自荷马《伊利亚特》第22卷第328行。介词 ἀπό 与动词 τάμε(τέμνω 的不定过去时)构成词干分离(tmesis),相当于 ἀποτέμνω(切断、割断)。意即“梣木枪也未曾割断气管”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.1.1-7.1.2