← 普鲁塔克

食桌谈话录

§7.0.1

友人的有益交谈是宴席最好的调味品

普鲁塔克向索西乌斯·塞内基奥阐明,宴席真正的调味品并非吃喝本身,而是能进行有益交谈的友人;他反思斯巴达式的闭门守密,主张餐桌上的谈话应光明正大且经得起公开,并由此引出第七卷收录的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0.1

χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών,1 ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος.2 Εὔηνος μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων, καὶ τὸν ἅλα θεῖον Ὅμηρος οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶ τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν,3 ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρʼ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας·4 ἐκεῖνοι μὲν γάρ, ὅταν νέον ἢ ξένον εἰς τὸ φιδίτιον παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς δʼ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν, ὧν πᾶσίν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας μηδʼ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον.

索西乌斯·塞内基奥啊,罗马人经常谈起一位优雅而仁爱之人的言论;无论那人是谁,他在独自进餐之后说道:“今天我只是填饱了肚子,并非享用晚餐”;因为他认为,晚餐总是渴望有交往与深情作为调味。确实,欧埃诺斯曾说火是调味品中最美妙的,荷马称盐为“神圣的”,众人则称之为“恩典”,因为它与绝大多数食物混合时,能使其变得适口、讨喜而美味;然而,晚餐与餐桌上真正最神圣的调味品,乃是在场的密友、同伴与熟人——这并非因其共同吃喝,而是因为只要所谈之事含有某种有益、令人信服且适切的内涵,他就参与并分享言谈;毕竟,酒席上的闲扯至少会使胡言乱语的大众陷入冲动与激情的泥潭,并使其心智更受腐蚀。因此,我们理当像接纳经受过考验的友人那样,毫无二致地把经受过考验的言谈引上筵席,持守并道出与斯巴达人相反的态度;因为斯巴达人在接纳青年或外邦人进入公共会餐席时,指着门说:“话语不得由此出门”;而我们却习惯于使用所有人都可以向所有人公开传布的言谈,因为这些论题绝无放纵、毁谤、恶意或卑劣之处。这一点,人们大可从这卷书所收录的第七个十篇范例中予以评断。

语法注4 条
  1. 697cὅστις ἦν ὁ εἰπών

    由 ὅστις 引导的从句充当插入性或限定性的关系从句,用以说明这一名言的说话者(“无论是谁说出……”)。紧随其后的不定式 βεβρωκέναι 和 μὴ δεδειπνηκέναι 的逻辑主语即由此处的 ὁ εἰπών 承担。

  2. 697dὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος

    带有连词 ὡς 的独立属格结构,表达说话者(ὁ εἰπών)的主观理由或见解。分词 ποθοῦντος 的逻辑主语是 τοῦ δείπνου,此处运用了拟人手法,将“晚餐”本身描述为渴望获得为其增味的交谊。

  3. 697dοὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν

    因果表达上的不对称并列:前半部分使用表原因/手段的定冠词与格不定式(τῷ συνεσθίειν...),后半部分则转用 ὅτι 引导的原因从句,鲜明地对比了“共同吃喝”这一表面原因与“交流对话”这一真正缘由。

  4. 697eτοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας

    与先行不定式 παραλαμβάνειν 的隐含逻辑主语(即“我们”)保持一致的一致宾格分词。句中的 τοὐναντίον ἤ 是充当状语的宾格结构,意为“与……相反”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:7.0.1