← 普鲁塔克

食桌谈话录

§6.10.1

肉吊在无花果树上迅速变嫩的原因

由于阿里斯提翁的厨师端出了鲜嫩的初献公鸡,席间众人探讨了将刚宰杀的肉吊在无花果树上何以能迅速变嫩的原因,并将其归结为无花果树所蕴含的热力与辛烈之气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.10.1

ὁ Ἀριστίωνος εὐημέρει παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τʼ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτι τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν,1 νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, ἥ τʼ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς ὁ χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενον. τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν ἡ δριμύτης εἶχε· τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖον ἀναπεπλῆσθαι· διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος ἡ τέφρα ῥυπτικωτάτην παρέχει κόνιν· ταὐτὰ δὲ πάντα θερμότητος. καὶ τὴν πῆξιν ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐ σκαληνίᾳ σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν, ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ ὑδατῶδες.2 τεκμήριον δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν,3 ἀλλὰ πωμάτων φαυλότατον· οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν, ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶ ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες· θερμοὶ γάρ εἰσι· πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν ἡ συκῆ· καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸ δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷ καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ’ ὁ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸν ἐξαναλίσκεται ταχέως ὁ οἶνος.

阿里斯提翁的厨师在宾客中大获称赞,不仅因为他将其他菜肴烹饪得极其精妙,而且他把刚才献祭给赫拉克勒斯的公鸡端上来时,尽管是刚宰杀的新鲜之物,肉质却嫩得宛如昨日宰杀的一般。于是阿里斯提翁说,如果宰杀后立即把它吊在无花果树上,这种变化就会迅速发生;我们便开始探寻其中的原因。无花果树散发着强烈而迅猛的气息,这一点不仅由视觉所证实,也由关于公牛的传闻所证实——据说哪怕是最凶悍的公牛,一旦被系在无花果树上,也会变得驯服并耐受抚摩,如同枯萎一般彻底消除怒气。然而,最主要的因由和效力还在于其辛烈之性;因为这种植物在所有植物中乳汁最为丰富,以致无花果实本身、木质乃至叶片都充塞着这种汁液。因此在燃烧时,它的烟雾最为刺眼;燃尽之后,其灰烬提供了去污力最强的洗涤粉;而这一切都是热的特性。还有人认为,其汁液能使乳汁凝固,并非由于形状的不规则而将乳的各个微粒缠绕粘连、同时把光滑圆润的微粒挤压到表面,而是由于热力融化了液体中未凝结的多水部分。该汁液绝无甘甜、作为饮品至为恶劣这一事实也是明证;因为并不是光滑的部分被不规则的部分所凝结,而是寒冷且未经消化的部分被热力所凝集。盐对于这一过程亦有相助之功,因为盐也是温热的;但对于所谓的缠绕与结合,盐却起着相反的化解作用,因为盐按其本性最易化解万物。因此,无花果树散发着温热、辛烈而具切割力的气息;正是这种气息瓦解并熟化了禽类的肉质。若将其置于麦穴中并与硝石相接,〔禽鸟〕也会因热力而遭受同样的化解。至于小麦含有某种热力,人们是通过酒坛来推断的:将酒坛放入麦穴中时,其中的葡萄酒会迅速消耗殆尽。

语法注3 条
  1. 1ἁπαλὸν ὥσπερ χθιζόν

    χθιζόν(意为“昨天的”)在此比喻“昨日宰杀而经放置成熟变嫩的肉”,与紧随其后的让步分词短语 νεαρὸν ὄντα καὶ πρόσφατον(“尽管是刚宰杀的新鲜之物”)形成鲜明对比。

  2. 697aοὐ σκαληνίᾳ σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν, ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ ὑδατῶδες

    由 οὐ... ἀλλά... 构成的对比句。前半句否定了原子论或微粒说式的机械解释(由于微粒形状不规则、犬牙交错而产生的物理勾连),后半句则肯定了基于热力的解释(依靠热力融化分离水分)。分词 περιπλέκοντα 与 ἐκτήκοντα 均为与宾格主语 τὸν ὀπόν 一致的宾格分词,中间插入的 ἐκθλιβομένων... περιφερῶν 为独立属格结构。

  3. 697aτεκμήριον δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν

    系词 ἐστί 省略的判断句,冠词加不定式短语 τὸ... εἶναι 充当表语名词 τεκμήριον 的主语。原文的 ἄχρηστον γλυκύ 系传世文本讹误之处;因与紧随其后的 ἀλλὰ πωμάτων φαυλότατον(“反而是最恶劣之饮品”)构成对比时须有否定表达,译文系依校勘改订之意译作“绝无甘甜”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.10.1