- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.9.1-6.9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
围绕诗人荷马为何唯独将“湿润的”这一普遍属性用作油的修饰语,众人论证了油是通体完全纯粹湿润的,这体现在其均匀平滑、流动无声、助燃性以及惊人的延展性和渗透力上。
ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ὁ ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δʼ ἔλαιον ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει.1 εἰς τοῦτʼ ἐλέχθη, ὅτι ὡς γλυκύτατόν ἐστι τὸ διʼ ὅλου γλυκύ, καὶ λευκότατον τὸ διʼ ὅλου λευκόν· διʼ ὅλου δὲ τοιοῦτόν ἐστιν, ᾧ μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως· οὕτω δὴ καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι· τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε.
曾有人提出疑问:既然液体繁多,诗人习惯以其各自特有的形容词来修饰其余的液体,称乳为“白色的”,蜜为“浅黄的”,酒为“红色的”,为何对油却几乎唯独以大家所共有的属性称其为“湿润的”?对此有人回答说:正如通体皆甜者最甜,通体皆白者最白,而通体如此的事物乃是未曾混杂任何相反本性之物,同样地,那没有任何部分是干燥之物,才最应被称为“湿润的”;而这正是油所具有的特性。
πρῶτον μὲν ἡ λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· διʼ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι·2 τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλʼ ἀπὸ παντὸς μέρους διʼ ὑγρότητα καὶ σμικρότατον ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι διʼ ὅλου· τῶν δʼ ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ διʼ ὁμοιότητα τῶν μερῶν εὐάρμοστόν ἐστι καὶ συνεχές· ὅταν δʼ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δʼ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπʼ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δʼ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δʼ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.
首先,油的平滑显示了其微粒的均匀性;因为在触觉上,它通体自身协调一致。其次,它能为视觉提供最清晰的映照;因为没有任何粗糙之物足以击碎反射的光芒,而是由于其湿润性,从各个部位将哪怕极微小的光线都折射回视觉中;反之,乳在各种液体中是唯一不能照影的,因其混有大量土性的成分。此外,当它被搅动时,在所有液体中发出的声响最小;因为它是通体湿润的;而其他液体在流动和奔涌时,其坚硬和土性的部分发生碰撞与冲击,因粗糙而发出声响。再者,唯独油能保持纯粹而不混杂;因为它是最致密的,在其干燥和土性的部分之间并无容纳外物侵入的空隙和孔道,反而因其各部分的相似性而严密吻合且具有连续性;当油起沫时,因其微细与连续而不吸入空气。这也是火因它而得以滋养的原因;因为火唯独以湿润之物为食,且唯有此物是可燃的。至少在木材中,空气化为烟雾散去,土性的部分化为灰烬残留下来,唯有湿润的部分被火所消耗,因为火天生即以此为养料。因此,水、葡萄酒及其他液体含有大量浑浊与土性之物,落在火焰上时既以其粗糙撕裂火苗,又以其重量压迫并扑灭之;而油因其最纯粹地湿润,由于微细而发生转变,被火制服而化为烈焰。
μέγιστον δʼ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἡ ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθʼ ὕδατος οὔτʼ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς ἐπίδοσιν λαμβάνει τοιαύτην, ἀλλʼ εὐθὺς ἐπιλείπων καταναλίσκεται διὰ ξηρότητα. τὸ δʼ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν, ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω διʼ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας ἐκκαθῆραι·3 μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι τῶν ἱματίων, ὡς Ἀριστοτέλης φησίν, ὅτι λεπτότερός ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις.
而油之湿润的最大明证,乃是它能从极微少的分量扩散并延展至极广的范围。因为无论是蜜、水还是其他任何液体,如此微小的滴粒都无法获得这般的延伸,反而会因干燥而立刻竭尽耗损。然而油处处都具有延展性与柔顺性,在涂抹于身体时被涂抹开来,因湿润性使各部分得以延展而顺势流向最远处,以致难以洗净而持久残留。事实上,被水浸湿的衣物极易晾干,但要清除油斑却绝非寻常之举;因为它因极其微细和湿润而能最为深入地渗透。正如亚里士多德所言,兑了水的酒反而更难从衣物上除去,因为这种酒更稀薄,因而更深地透入孔隙之中。
- 1ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει
介词短语 ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος(“根据属于一切液体的共有偶性”)修饰 προσαγορεύει,副词 ἐπιεικῶς 意为“几乎”、“绝大多数地”,用以修饰并加强 μόνον(“唯独”)。
- 696aπαρέχει καθαρώτατον ἐνοπτρίσασθαι
中动不定词 ἐνοπτρίσασθαι 作为 παρέχει 的补足成分,意为“使人能够照见自身”,καθαρώτατον 作副词性中性宾格,修饰该反射的动作(“极其清澈地照映”)。
- 696dοὐ τῆς τυχούσης ἐστὶ πραγματείας ἐκκαθῆραι
使用了表性质/范畴的谓语属格(οὐ τῆς τυχούσης ... πραγματείας)的惯用句式。不定词 ἐκκαθῆραι 作句子的主语,意为“洗净油斑绝非一般的劳作(所能及的事)”。
