← 普鲁塔克

食桌谈话录

§6.8.4-6.8.6

关于剧饥症起因的医学解释与反驳

索克拉罗斯与医生克莱奥梅涅斯分别将剧饥症解释为体内热量的过度耗竭与胃部引发的眩晕病症,随后叙述者提出了相反的假说,主张身体因严寒而发生疏松并导致热量外泄,以此阐明诸般现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8.4

Σώκλαρος δὲ τὴν ἀρχὴν ἔφη τοῦ λόγου κάλλιστα κεῖσθαι· περιψύχεσθαι γὰρ ἱκανῶς καὶ πυκνοῦσθαι τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος· τὸ δὲ σύντηγμα τὴν θερμότητα ποιεῖν καὶ τοῦτο καταλαμβάνειν τὰς ἀρχὰς τῆς ἀναπνοῆς αἰτηματῶδες εἶναι1 μᾶλλον οὖν δοκεῖν αὐτῷ τὴν θερμότητα συστελλομένην καὶ πλεονάζουσαν ἐντὸς ἀναλίσκειν τὴν τροφήν, εἶτʼ, ἐπιλειπούσης καὶ αὐτὴν, ὥσπερ πῦρ ἀπομαραίνεσθαι· διὸ πεινῶσι σφόδρα καὶ βραχὺ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσι· γίγνεται γὰρ ὥσπερ ὑπέκκαυμα τῆς θερμότητος τὸ προσφερόμενον.

索克拉罗斯说,该论证的前提确立得极其精当;因为穿行于雪中的人体确实受到了充分的冷却与凝缩。然而,热量产生消融残余物且后者侵袭呼吸中枢这一说法,似乎更像是一种未加证明的假定。因此在他看来,更有可能的是热量在体内受到压缩而聚积,消耗了养分,随后当养分匮乏时,热量自身也如火焰般熄灭。因此他们剧烈饥饿,而只要吃下极少一点食物便能立刻重现生机;因为所进之食就如同为热量添上的引火柴。

§6.8.5

Κλεομένης δʼ ὁ ἰατρὸς ἄλλως ἔφη τῷ ὀνόματι τὸν λιμὸν συντετάχθαι δίχα τοῦ πράγματος, ὥσπερ τῷ καταπίνειν τὸ πίνειν καὶ τῷ ἀνακύπτειν τὸ κύπτειν· οὐ γὰρ εἶναι λιμόν, ὥσπερ δοκεῖ, τὴν βουλιμίαν, ἀλλὰ πάθος ἐν τῷ στομάχῳ διὰ συνδρομὴν θερμοῦ λιποψυχίαν ποιοῦν. ὥσπερ οὖν τὰ ὀσφραντὰ πρὸς τὰς λιποθυμίας βοηθεῖν, καὶ τὸν ἄρτον ἀναλαμβάνειν τοὺς βουλιμιῶντας, οὐχ ὅτι τροφῆς ἐνδεεῖς εἰσι μικρὸν γοῦν παντάπασι λαβόντες ἀναζωπυροῦσιν, ἀλλʼ ὅτι τὸ πνεῦμα καὶ τὴν δύναμιν ἀνακαλεῖται καταφερομένην. ὅτι δʼ ἔστι λιποθυμία καὶ οὐ πεῖνα, μηνύει τὸ τῶν ὑποζυγίων· ἥ τε γὰρ τῶν ἰσχάδων ἀποφορὰ καὶ ἡ τῶν μήλων ἔνδειαν μὲν οὐ ποιεῖ, καρδιωγμὸν δέ τινα μᾶλλον καὶ νὴ Δίʼ εἴλιγγον.

医生克莱奥梅涅斯则说,“饥饿”这一名称只是徒然地附加其上,与实际情况无涉,正如“吞咽(katapinein)”中包含“喝(pinein)”,“仰起(anakyptein)”中包含“低头(kyptein)”一样。因为剧饥症并不像人们所认为的那样是一种饥饿,而是胃部因热量聚集而引发昏厥的一种病态。正如芳香之物能缓解眩晕一样,面包能使罹患剧饥症者恢复,并非因为他们缺乏食物——无论如何,他们只要摄入极少一点便能复苏——而是因为它唤回了下沉的精气与体力。至于说这是一种昏厥而非饥饿,驮畜的例子便可证明;因为干无花果和苹果的散发物所引起的并非匮乏,而更是一种胃灼痛,甚至还有眩晕。

§6.8.6

ἡμῖν δὲ καὶ ταῦτα μετρίως ἐδόκει λέγεσθαι, καὶ ἀπὸ τῆς ἐναντίας ἀρχῆς δυνατὸν εἶναι, μὴ πύκνωσιν ἀλλʼ ἀραίωσιν ὑποθεμένοις,2 διασῶσαι τὸ πιθανόν· τὸ γὰρ ἀπορρέον πνεῦμα τῆς χιόνος ἐστὶ μὲν οἷον ἀθὴρ τοῦ πάγου καὶ ψῆγμα λεπτομερέστατον, ἔχει δέ τι τομὸν καὶ διαιρετικὸν οὐ σαρκὸς μόνον ἀλλὰ καὶ ἀργυρῶν καὶ χαλκῶν ἀγγείων ὁρῶμεν γὰρ ταῦτα μὴ στέγοντα τὴν χιόνα· πνεομένη γὰρ ἀναλίσκεται καὶ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ ἀγγείου νοτίδος ἀναπίμπλησι λεπτῆς καὶ κρυσταλλοειδοῦς, ἣν ἀπολείπει τὸ πνεῦμα διὰ τῶν πόρων ἀδήλως ἀπερχόμενον τοῦτο δὴ τοῖς βαδίζουσι διὰ χιόνος ὀξὺ καὶ φλογοειδὲς προσπῖπτον ἐπικάειν δοκεῖ τὰ ἄκρα τῷ τέμνειν καὶ παρελθεῖν τῇ σαρκί, καθάπερ πῦρ· ὅθεν ἀραίωσις γίγνεται περὶ τὸ σῶμα πολλὴ καὶ ῥεῖ τὸ θερμὸν ἔξω διὰ τὴν ψυχρότητα τοῦ πνεύματος, καὶ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον ἱδρῶτα δροσώδη διατμίζει καὶ λεπτόν, ὥστε τήκεσθαι καὶ ἀναλίσκεσθαι τὴν δύναμιν. ἐὰν μὲν οὖν ἡσυχάζῃ τις, οὐ πολλὴ τοῦ σώματος ἀπέρχεται θερμότης· ὅταν δὲ τὴν μὲν τροφὴν τοῦ σώματος ἡ κίνησις εἰς τὸ θερμὸν ὀξέως μεταβάλλῃ τὸ δὲ θερμὸν ἔξω φέρηται, διακρινομένης τῆς σαρκός, ἀθρόαν ἀνάγκη τῆς δυνάμεως ἐπίλειψιν γενέσθαι. ὅτι δὲ τὸ ἐκψύχεσθαι οὐ πήγνυσι μόνον ἀλλὰ καὶ τήκει τὰ σώματα, δῆλόν ἐστιν ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι3 τό τε τῆς ἐφιδρώσεως καὶ τὸ πολλοῖς μὴ πεινῶσι συμπίπτειν τὴν βουλιμίασιν ἀραίωσιν κατηγορεῖ μᾶλλον καὶ ῥύσιν ἢ πύκνωσιν τοῦ σώματος. ἀραιοῦνται δὲ χειμῶνος μέν, ὥσπερ εἴρηται, τῇ λεπτότητι, ἄλλως δὲ τοῦ κόπου καὶ τῆς κινήσεως ἀποξυνούσης τὴν ἐν τῷ σώματι θερμότητα· λεπτὴ γὰρ γενομένη καὶ κοπιῶσα ῥεῖ πολλὴ καὶ διασπείρεται διὰ τοῦ σώματος. τὰ δὲ μῆλα καὶ τὰς ἰσχάδας εἰκὸς ἀποπνεῖν τι τοιοῦτον, ὥστε τῶν ὑποζυγίων τὸ θερμὸν ἀπολεπτύνειν καὶ κατακερματίζειν· ἄλλα γὰρ ἄλλοις ὥσπερ ἀναλαμβάνειν καὶ καταλύεσθαι πέφυκεν.

但在我看来,这些说法固然也算合情合理,但若从相反的原理出发,假定肉体并非凝缩而是疏松,同样能够维持一个具有说服力的解释。因为从雪中流溢出的冷气,犹如冰的锋芒与极其细微的碎屑,不仅对血肉,而且对银器和铜器都具有切割与穿透的力量;我们确实看到这些器皿无法阻挡积雪,雪气穿透器壁而消耗,并在器皿外表布满一层薄而如霜的湿气,这正是冷气穿过孔隙隐秘逸出时所留下的痕迹。正是这种锐利如烈火般的冷气,侵袭穿行于雪中的人们,以其如烈火般割裂并穿透肌肉的力量,仿佛灼伤了肢体末端。由此,身体周围发生了极大的疏松,热量因冷气的严寒而向外流溢,在体表熄灭之际蒸发为如甘露般细微的汗水,以致体力消融并耗尽。因此,如果一个人保持静止,从体内散失的热量并不多;但当运动将体内的养分迅速转化为热量,而随着肌肉解离,热量又向外逸散时,体力的骤然枯竭便不可避免。严寒不仅能使物体凝结,亦能使其融化,这是显而易见的;因为在严冬之中,甚至铅质磨石也会融化,而出汗的现象以及剧饥症降临于许多并不饥饿之人这一事实,与其说是证明了身体的凝缩,不如说是证明了疏松与流溢。在冬天,身体如前所述因严寒的细微穿透而疏松;而在其他时候,则是因疲惫与运动令体内的热量变得锐利而使之疏松;因为热量一旦变得细微且因劳顿而耗散,便会大量流动并散布于全身。而苹果与干无花果想必也散发着某种此类气息,以致消解并粉碎了驮畜体内的热量;因为不同的事物在天性上正是由不同的外物所滋养或解体的。

语法注3 条
  1. 4αἰτηματῶδες εἶναι

    间接引语中依附于主动词 ἔφη 的不定式结构。形容词 αἰτηματῶδες 是逻辑与学术辩论术语,意为“未加证明而预先要求的(乞题性的)”,用以批评前文引述的亚里士多德假说(热量产生融解残余物且后者侵袭呼吸中枢)仅仅是一种未经论证的假设。

  2. 695bμὴ πύκνωσιν ἀλλʼ ἀραίωσιν ὑποθεμένοις

    与格分词 ὑποθεμένοις 与非人称短语 δυνατὸν εἶναι 所隐含的与格逻辑主语(ἡμῖν)一致,起条件状语作用(“若我们假定……”)。它引入了“疏松(ἀραίωσις)”这一与前人所假定的“凝缩(πύκνωσις)”相对立的新假说。

  3. 695dἀκόναι μολίβδου διατηκόμεναι

    破格句(anacoluthon)或谓语动词省略。短语 ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι 缺乏限定动词(通常理解为分词作叙述或省略了系词),随后由中性冠词引导的并列短语(τό τε τῆς ἐφιδρώσεως καὶ τὸ...)作为主语统领单数谓语动词 κατηγορεῖ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.8.4-6.8.6