- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.8.1-6.8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克回忆了自己担任执政官期间举行的“驱逐大饥荒”古老祭礼,探讨了该词的词源以及雪中行者易患剧饥症的现象,并援引亚里士多德的学说来解释其生理成因。
θυσία τις ἔστι πάτριος, ἣν ὁ μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δʼ ἄλλων ἕκαστος ἐπʼ οἴκου· καλεῖται δὲ βουλίμου ἐξέλασις· καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντες ἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειαν ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας· κᾆθʼ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δʼ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατʼ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμον λιμὸν ἐδόκει μέγαν ἢ δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρʼ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις·1 οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόν, ὀνομάζομεν. ἐδόκει δʼ ἡ βούβρωστις ἕτερον εἶναι· τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν· ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν ὁ λιμὸς νόσῳ, μάλιστα δʼ ὁ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δʼ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι· οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουν λόγων.
有一项祖传的祭仪,由执政官在公共祭坛上举行,其余的人则各自在家中举行;它被称为“大饥荒(布里莫斯)之驱逐”。人们用牡荆树枝击打一名家奴,将他驱赶出门,口中念诵: “大饥荒出去,财富与健康进来!” 当我自己担任执政官时,参加这项祭礼的人格外多。在我们依循旧俗完成仪式并重新入席后,众人首先探讨了这个名称本身,继而探讨了对被驱赶者所念诵的语句,而尤为重要的是探讨了这种病痛以及随之产生的种种现象。于是,“布里莫斯”被认为是指一场巨大的或公众性的饥饿,特别是在我们这些以“π”代替“β”的埃奥利斯人中间;因为我们不称之为“布里莫斯(boulimos)”,而称之为“普里莫斯(poulimos)”,仿佛就是“极大的(polys)饥饿(limos)”。另一方面,“剧饥(布布罗斯提斯)”则被认为与之不同;我们从迈特罗多罗斯的《爱奥尼亚纪事》中找到了证据,因为他记载道,古时本为埃奥利斯人的士麦那人向布布罗斯提斯献祭一头黑公牛,将其切块后连皮带肉全部焚化为燔祭。此外,既然一切饥饿——尤其是布里莫斯——都仿佛是肉体在遭受反乎自然的状态时所并发的疾病,人们自然便用财富对照匮乏,用健康对照疾病。正如“晕船(nausea)”最初是针对那些在船上航海时胃部不适的人而命名的,但随着习俗流传,如今已成了以任何方式遭受此种痛苦之人的病症名称;同样地,“剧饥症(boulimia)”也是从那一源头起始而推广至此的。这些议论遂汇聚成了由众人话语共同构成的筵席。
ἐπειδὴ δʼ ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας,2 ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος οὖν αὐτοῦ καὶ ἀπολιπόντος, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι, καὶ μάλισθʼ ὅταν ἰσχάδας ἢ μῆλα κομίζωσιν. ὃ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν, ἰῶνται καὶ βαδίζουσι.
然而,当我们触及此种病症的成因时,首先被提出的难题是:为何穿行于深雪之中的人最易罹患剧饥症?正如布鲁图斯从迪拉基翁进军阿波罗尼亚时,曾因这种病痛而陷于险境。当时大雪纷飞,运送粮饷的人无一跟上;因此在他昏厥衰竭之际,士兵们被迫奔向城墙,向敌方的守城卫兵讨要面包。拿到面包后,他们立刻救醒了布鲁图斯;他也因此在夺取该城后,宽仁地对待了所有人。马匹和驴子也会罹患此症,尤其是在驮运干无花果或苹果时。而最令人惊异的是,在一切食物之中,面包最能使人以及牲畜恢复精力,以至于只要吃上极少一点,他们便得以痊愈并行走。
γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν Ἀριστοτελικῶν ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ· τοῦτο δʼ, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δʼ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν ἢ καὶ ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δʼ ὑπερδικούντων.3
众人陷入沉默时,我暗自思忖:前人的论证虽能让怠惰与庸碌之人得到歇息与满足,却能给好胜且笃学之人提供适宜的契机与探求、追索真理的勇气;于是我提起了亚里士多德著作中的论述,其中说道:当外表遭受严酷的冷却时,体内便会剧烈发热,并产生大量的消融残余物。这种残余物若流向双腿,便会引起疲惫与沉重;若流向运动与呼吸的中枢,便会引发晕厥乃至虚脱。正如所料,此番言论一出,讨论便继续深入展开,有人攻击该学说,有人则为其辩护。
- 694aἀντὶ τοῦ β τῷ π χρωμένοις
与格分词 χρωμένοις 与前项 ἡμῖν τοῖς Αἰολεῦσιν(“我们埃奥利斯人”)构成同格。它说明了埃奥利斯方言中唇音交替(以 π 代替 β)的语音特征,为将该词读作 πούλιμος 并将其解释为 πολύς(“巨大/众多”)与 λιμός(“饥饿”)的复合词提供了方言依据。
- 694cἠπορήθη τὸ μάλιστα βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας
被动语态第三人称单数动词 ἠπορήθη 以带冠词的不定式短语 τὸ ... βουλιμιᾶν τοὺς ... βαδίζοντας 作为语法主语,意为“行进在深雪中的人最易罹患剧饥症这一现象被作为难题提出”。该结构亦可视为无人称用法(“关于……提出了疑问”),但句法上冠词名词化的不定式短语直接充当了受动的主语。
- 694eτοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δʼ ὑπερδικούντων
在句末结构中,主动词 ἐπεραίνετο(“讨论被推进/引向结束”)前后夹带有两个属格独立结构:前置的 τοῦ λόγου λεχθέντος 表时间(“当这番话被陈述之后”),后置的 τῶν μὲν ἐπιφυομένων ... τῶν δʼ ὑπερδικούντων 则表示伴随状况与两派分立的态度(“有人攻击该学说,有人则为其辩护”)。
