← 普鲁塔克

食桌谈话录

§6.7.2

阿里斯提翁为过滤与净化葡萄酒的辩护

阿里斯提翁笑着反驳了尼格鲁斯的观点,他以赫拉的梳妆和面包的烘焙制作为例,论证过滤葡萄酒并非阉割或奢靡做作,而是去除病态的狂暴与杂质、展现其本质健康与优美的洁净调理之举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.7.2

καὶ ὁ Ἀριστίων γελάσας οὐκ ὠχριῶντʼ εἶπεν ὦ τᾶν, οὐδʼ ἀναίμονʼ, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δʼ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν διʼ ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς1 καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν· οὐ γὰρ ἂν ὁ λέγων εὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. ὥσπερ οὖν ὁ σοφὸς Ἀνάχαρσις ἄλλʼ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν· οὕτως ἡμᾶς ἐφʼ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δʼ εὐφραίνοντες οὐ καλλωπίσαντες οὐδʼ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ἢ ῥύπον ἀποκαθήραντες προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, ὦ φίλε, φρενετίζων καὶ μαινόμενος· ἀλλʼ ὅταν ἐλλεβόρῳ χρησάμενος ἢ διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, ἡ δʼ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι· οὕτω δὴ καὶ ἡ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δʼ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος· καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι· λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας "ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιο λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ" μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν· ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες ἢ κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δʼ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντʼ ἂν εἴποις ταῦτα περιεργίαν,2 ἀρξάμενος ἀπὸ τοῦ οἴκου· τί γὰρ οὕτω κεκονίαται; τί δʼ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντος ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; ἢ τὸ μὲν ἔκπωμʼ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δʼ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος ἢ κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα λέγειν; ἡ γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον ἢ κάθαρσις οὖσα, θέασαι μεθʼ ὅσης γίγνεται πραγματείας· οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις καὶ ἀποκρίσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων, ἀλλʼ ἡ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ ἡ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον ἢ σκύβαλον ἡ διήθησις ἐξαιρεῖ, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτʼ ἀσχολίας πολλῆς προσούσης;

阿里斯提翁笑着说:“我的好朋友,它既非苍白,也非贫血,而是从外观上看就首先显得温和且柔顺。而你却主张痛饮那如黑夜与黑暴风雨般的浓浊之酒,并将这种澄清斥为呕吐苦胆一般;殊不知通过这种澄清,酒排除了沉重、致醉和引发病态的杂质,变得轻盈且毫无暴烈之气,从而与我们融洽相和,恰如荷马所言英雄们饮用的那样。因为诗人并非将昏暗之物称为‘烁烁放光的’,而是指明澈璀璨之物;毕竟〔否则〕一个将青铜称为‘赋人勇力的’和‘闪烁的’的人,绝不会把〔它〕唤作‘烁烁放光的’。正如智者阿纳卡尔西斯在批评希腊人其他习俗的同时,却赞扬烧炭人将烟雾留在室外而仅把火种带回家中一样;你们这些智者若要挑剔我们,大可在别的事情上挑剔。但如果我们排除了葡萄酒中令人烦乱困扰的成分,将其驱散,既非文饰它,亦非如同削去钢铁的淬火与锋芒一般,而是像洗除铁锈或污垢那样,使它本身变得怡人可口后再饮用,我们究竟犯了什么过错?‘就因为,向宙斯起誓,不经过滤的酒劲道更足!’可我的朋友,陷入谵妄发狂的人劲道也足啊;然而一旦他服用了嚏根草或通过调理恢复平静,那种狂暴紧绷的状态便消退瓦解,真正的力量与神智清明才重回身躯。葡萄酒的澄清亦是如此,在除去了冲撞狂躁之气后,便使其归于温和健全的状态。况且我认为,多事的矫饰与洁净有着天壤之别:那些涂脂抹粉、喷洒香水、佩金戴紫的妇人确实显得做作;但沐浴、涂油和梳理发丝却无人非难。诗人在描写赫拉盛装梳妆时,便极妙地展现了这种界限: ‘首先她用神膏从不朽的肌肤上 洗净了一切污秽,复以丰润的香油涂抹。’ 到此为止皆是照料与洁净;可当她佩戴黄金别针、精工细作的耳环,并最终施展刺绣胸带的魅惑巫术时,这桩事情便成了过度的做作和不合结发妻子身份的妖冶放荡。因此,那些用芦荟给酒着色、用肉桂和番红花调味的人,是在把葡萄酒当作妇人一般为了宴席加以粉饰并拉皮条;而那些除去其中污秽无用之物的人,则是在调理和澄清它。否则,你大可把这一切都说成是虚饰多事,先从这间屋子算起:为何要粉刷得如此齐整?为何〔屋子〕要朝着周围大气中最能充分接纳清新的微风并享受偏向落日的阳光之处敞开?为何每一只酒杯都各处磨洗拭擦,以致内外晶莹闪烁?难道酒杯理应不带污垢与恶臭,而从中饮下的酒液却该饱含霉斑与污渍吗?何须多谈其他?小麦加工成面包本身无非就是一种净化,且看它是伴随着何等浩繁的劳作完成的:不仅有对谷物与异物的筛除、淘洗、分拣和辨析,更有揉捏挤压出面团的粗粝,烘烤焙干其潮气,将原料净化并紧缩成纯正的食物。既然如此,如果过滤能像筛除碎壳或渣滓一样去除葡萄酒中的酒渣,而这种澄清既不费分文又无须繁复劳苦,又有什么荒谬可言呢?”

语法注2 条
  1. 2ὥσπερ χολημεσίαν διʼ ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς

    此处文句在句法上呈现出轻微的破格(anacoluthon)或文意紧缩。紧随 ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν(“你谴责澄清,仿佛它是呕吐苦胆”)之后的关系代词短语 διʼ ἧς(“通过它”)引导的从句中,阳性主格分词 ἀφιείς(“摆脱/排除了……”)在逻辑上指向酒本身,与动词 ἀναμίγνυται(“与我们相和”)相配合,表述“酒借由这一澄清排除了沉重致醉的成分,轻和无戾地与我们融为一体”之意。

  2. 693cἐπεὶ πάντʼ ἂν εἴποις ταῦτα περιεργίαν

    连词 ἐπεί 在此处作引出反驳性推论的省略用法(“否则/如果不这样的话,你倒不如说……”)。它承接了未明言的假设前提(“若将洁净与多事虚饰混为一谈”),配合包含潜在语气 ἄν 的希求法 εἴποις,指明若按对方逻辑,连粉刷厅堂、洗净器皿都必须被称为“多事虚饰”(περιεργία)的荒谬后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.7.2