- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.7.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼格鲁斯随哲人学习却只沾染了苛责挑剔的习气,他在阿里斯提翁的宴席上指责款待奢靡,并痛陈滤酒乃是削弱酒力与本性的软弱诡计。
Νίγρος ὁ πολίτης ἡμῶν ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλʼ ἐν ὅσῳ τὰ τάνδρὸς οὐ καταλαμβάνοντες ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπʼ αὐτοῦ1 μιμούμενοι τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμᾶς Ἀριστίωνος, τὴν τʼ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι διηθημένον, ἀλλʼ, ὥσπερ Ἡσίοδος ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ἡ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν· ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου πολλάκις· ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον.2 ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας· οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν, ἐξευνουχίζουσι τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν ὑπʼ ἀσθενείας οὔτε πίνειν τὸν μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν· ἀλλὰ σόφισμα τοῦτʼ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες· ὅ τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτʼ ἐν τῷ διυλίζειν ἐξαιροῦσι καὶ ἀποκρίνουσι. μέγα δὲ τεκμήριον ἡ διαφθορὰ καὶ τὸ μὴ διαμένειν, ἀλλʼ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός· οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι,3 καὶ τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἴωθε καλεῖν· οὐχ ὡς Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.
我们的同胞尼格鲁斯刚从学园归来,他随一位著名哲学家求学的时间并不长,不过刚好够那些未能领会其哲人要义之徒从他那里沾染一身令人厌烦的恶习,模仿其好挑剔的做派,并在每一件事上盘诘身边的同伴。因此,当阿里斯提翁款待我们时,他便批评其余的宴席筹备奢靡且繁琐,并宣称葡萄酒不应滤清后再斟倒,而应如赫西俄德所嘱咐的那样,直接从大瓮中饮用,以保留其天生的活力与劲道。 “因为对此种葡萄酒的澄清,首先割除了它的筋骨,熄灭了它的热力;葡萄酒在反复过滤中挥发并散尽了香气。其次,这显露出多事的做作、虚饰与奢靡,为了享乐而耗竭了其益处。正如阉割公鸡和肉猪以使它们的肉质反常地柔嫩雌化,绝非身心健全者所为,而是被口腹之欲腐蚀之人的行径;同样,如果可以用隐喻来说的话,那些过滤葡萄酒的人正是在阉割纯酒并使之萎靡,因为他们既因孱弱而承受不住它,又因缺乏自制而无法适度饮用。相反,这对他们来说乃是豪饮的一种诡辩和机关:他们剔除了葡萄酒中浑厚沉实之物,仅留下顺滑的部分,就像给那些克制不住想喝冷水的病患饮用煮沸过的水一样;因为凡是葡萄酒的淬火之钢与刚烈之处,他们都在滤析过程中剔除并分离开去了。其极大的明证便在于酒的变质与无法久存,反而败坏凋敝,仿佛被斩断了酒渣这一根基。古人甚至直呼葡萄酒为‘渣’,正如我们习惯于用‘灵魂’或‘头颅’这最要紧的部分作为爱称来指代人一样;我们称采摘葡萄果实的人为‘采收酒渣’,荷马也在某处说过‘在采收酒渣之时’,而他自己向来称葡萄酒为‘烁烁放光的’和‘殷红的’——绝非像阿里斯提翁因过度澄清而提供给我们这般苍白枯槁的模样。”
- 1ἀλλʼ ἐν ὅσῳ τὰ τάνδρὸς οὐ καταλαμβάνοντες ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπʼ αὐτοῦ
尽管句子的主语是单数的尼格鲁斯(Νίγρος),但此处从句转为了泛指的复数分词与动词(καταλαμβάνοντες, ἀνεπίμπλαντο)。该复数指代了所有未能领会哲人真谛、仅仅学得其令人厌烦习气的一类浅薄门徒。
- 692cτρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον
阴性单数主格分词 καταναλίσκουσα 在语法上与前文的主语 ἡ δὲ τοιαύτη κάθαρσις(此类澄清)相一致。动词 καταναλίσκω(耗尽、挥霍)支配直接宾语 τὸ χρήσιμον(有益之物),而 εἰς τὸ ἡδὺ 则表示目的(“为了享乐”)。
- 692eἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι
动词 ὑποκορίζεσθαι 原指“用爱称称呼”或“委婉称呼”,在此指一种举隅式的亲切表达法,即以最要紧的部位(如灵魂、头颅)来指代整个人。介词短语 ἀπὸ τῶν κυριωτάτων 表示依据(“根据最重要的部分”)。
