- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.6.1-6.6.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
客人提出疑问,为何雪会被麦秆和毛织物等看似温热之物所保存;叙述者则解释道,衣物本身并非天生温热,而是通过阻隔外界空气并留存雪自身的冷气与精气,从而防止其消融。
μικρὸν οὖν ὁ ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδʼ ἔχομεν, ἐπιθυμοίην ἂν μαθεῖν τίς αἰτία, διʼ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.
于是客人稍作停顿后说道:“恋爱之人最渴望的固然是与心爱之少年本人交谈,若不能,也渴望谈论他们;我对雪也是抱有同样的感受。既然眼下并无雪,我们手中也没有雪,我很想知道,究竟是什么原因使它得以被最温热之物所保存。因为人们确实用麦秆包裹它,用未经缩绒的生毛呢衣裳包裹它,就能长久完好无损地保持它。因此,若是最温热之物竟能维系并保存最寒冷之物,那可真是奇了。”
κομιδῇ γʼ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ αὑτοὺς παραλογιζόμεθα, θερμὸν εὐθὺς εἶναι τὸ θερμαῖνον ὑπολαμβάνοντες· καὶ ταῦθʼ ὁρῶντες1 ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δʼ ἡλίῳ ψύχειν γέγονεν· ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται "λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα." Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δʼ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφʼ ἡμῶν πιμπλάμενα θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δʼ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς ἀλλάττουσι τὰ ἱμάτια τῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον2 ἂν δʼ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δʼ ὑπʼ αὐτῆς ἀφιείσης πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης γενομένη παρεῖχεν ἅμα τʼ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδʼ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο3 διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος· ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε καὶ τὴν θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δʼ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ.
“确实如此,”我说道,“假如这确是实情的话;但事实并非如此,我们不过是在自欺欺人,认为凡能取暖之物其本身必立时就是温热的;即便我们看到同一件衣服在冬天能御寒取暖,在烈日下又能遮阳致凉,我们依然如此认为;正如那位悲剧中的乳母抚育尼俄伯的儿女时, ‘以细织短披风的碎片, 或使之温暖,或使之凉爽。’ 日耳曼人固然仅将衣物作为抵御严寒的屏障,埃塞俄比亚人则仅用以抵御酷热,而我们则兼用以防备二者。因此,如果说衣服能使人变暖,那么凭什么更该称其为热,而不是根据它致凉的效果称其为冷呢?若须以感官为凭据,它倒更应当是冷的;因为短衣在我们刚穿上时触感是冰冷的,被褥在我们躺下时也是如此;但随后它们被我们自身散发的体温所充盈,便随之变暖,一边包裹并留存热量,一边将寒冷和外界空气从身体隔绝开来。所以发烧被灼热折磨的人,因盖上的衣物是凉的而不断更换衣裳;然而一旦盖上,衣服立时便被身体烘热。因此,正如衣服因自身被烘热而使我们感到温暖,它也同样因自身被冰冷而反过来使雪保持寒凉;而衣服正是由于雪散发出细腻的精气而被冷透的——因为正是这封闭在内的精气维系着雪的冻结;一旦精气逸去,雪作为水便流淌消融,那因精气与湿气起泡相融而赋予的洁白之色也随之褪去。因此,寒气既因被衣物严密遮蔽而留在内中,被隔绝的外界空气也不会切入冻块或使其解体。人们为此使用未经缩绒的毛料,正是由于其茸毛粗糙干燥,不致使沉重的衣服压下来,也不致压碎雪松散的孔隙;正如麦秆因其轻盈而轻柔地覆在周围,不致砸碎冰冻,但在其他方面又致密且密闭,既能隔绝空气的热量,又能阻挡雪的寒气散逸。而精气的分离引起融化,这在感官上也是显而易见的:因为雪在消融时,确实会产生气流。”
- 691dκαὶ ταῦθʼ ὁρῶντες
καὶ ταῦτα 在此处充当副词性宾格,与分词 ὁρῶντες 连用,构成让步或强调表达(“况且是在看到……的情况下/即便明知……”)。其后的 ὅτι 从句充当 ὁρῶντες 的宾语。
- 691eτῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον
带冠词不定式的与格形式(τῷ... εἶναι)不带介词,直接表示原因(“因为盖在上面的衣物是凉的”)。其中 τὸ ἐπιβαλλόμενον 为不定式 εἶναι 的逻辑主语,ψυχρόν 为其表语补足语。
- 692aἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο
此处为一个省略句,省略了主要动词(如 χρῶνται “他们使用”)。与格 τούτοις 表手段(“使用这些未经缩绒的织物”),介词短语 πρὸς τοῦτο 表示“为此目的”。随后的 διὰ τὴν τραχύτητα... 引导原因状语。
