- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.5.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对向水中投入小石子或金属能加速冷却这一亚里士多德未予解释的现象,说话者提出了三条假说:冷空气的反射受力、沉淀使水质稀薄易冷,以及矿石与铅本身的寒凉属性。
ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢ τῶν ἀκμόνων, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις.1 αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν ἡμεῖς· ἔστι γὰρ μάλιστα δυσθεώρητος. πάνυ μὲν οὖν ἔφην καὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δʼ ὅμως. πρῶτον οὐ δοκεῖ σοι περιψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος, ὁ δʼ ἀὴρ μᾶλλον ἰσχύειν πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ καὶ τὰ κεραμεᾶ τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶ ἰσχυρὰν γίγνεσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ δʼ ἀκόναι2 καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ,3 ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον οἵ τε χάλικες τῇ πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ ὁ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ4 τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.
“然而,关于小石子或铁砧,”我说道,“人们将它们投入水中,以为能使水变凉并使之淬火,你可记得亚里士多德谈及过此事?” “在《物理问题》中,”他说道,“他仅仅指出了发生这一现象本身;至于其原因,则将由我们自己来尝试探求,因为这极其难以洞察。” “确实如此,”我说道,“若是这道理没有逃脱我们的把握,我倒真要感到惊奇了;但无论如何,请审视一下:首先,难道你不觉得,水固然是由自外袭来的空气所冷却,而空气在抵住石头与铁砧时则发挥了更大的威力吗?因为它们并不像青铜或陶制器皿那样任由空气穿透逸出,而是凭借其致密性加以阻隔,并自其表面将空气反射回水中,从而使冷却彻底而剧烈。这也是为何在冬季河流往往比大海更为寒冷:因为寒冷的空气在河流中因反射而增强了力量,而在大海中,由于其深不见底,空气未能抵触任何物体便自行消散了。从另一种角度来看,较为清稀轻薄的水更易被寒冷所冷却,这也是合乎情理的,盖因其虚弱而易被克制。磨石与小石子使水变得澄澈轻薄,它们将水中混杂的混浊与泥土质成分聚合并沉降下来,以致水变得更稀薄、更脆弱,从而更容易被冷却所压倒。再者,铅属于天性寒凉之物——当它用醋研磨时,便会析出在致命毒药中致冷性最强的铅白——而小石子也以其致密性在深处产生寒意;盖一切石头皆是大地因寒冷而凝固紧压之硬块,愈加致密者便愈是如此;因此,无论石头还是铅,若借由抵御抗衡而一并加剧水的冷冽,亦不足为奇。”
- 1εἰρημένον Ἀριστοτέλει μνημονεύεις
宾格分词 εἰρημένον 作为 μνημονεύεις(“你可记得”)的直接宾语,实质上充当名词性从属结构(“被叙述之事”)。Ἀριστοτέλει 是伴随被动态完成体分词使用的动作发出者与格(施事与格)。
- 691bαἱ δʼ ἀκόναι
αἱ δʼ ἀκόναι(“磨石”)与 οἱ χάλικες 共同构成复合主语,支配及物动词 λεπτύνουσι。
- 691bὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ
关系从句 ὅ τι... ἀναμέμικται(“凡混杂其中的混浊泥质成分”)前置,后由指示代词 τοῦτο 复指,该 τοῦτο 充当分词 συνάγοντες 与 κατασπῶντες 的直接宾语;这两个状语分词表示手段,修饰主句谓语动词 λεπτύνουσι。
- 691cὥστʼ οὐκ ἄτοπον, εἰ
非人称表语 οὐκ ἄτοπον(“并非不合理”)省略了系动词 ἐστί,由 εἰ 引导的从句实际上充当主语从句,表达被评估的情况(“若它们共同加剧……亦不足为奇”)。
