← 普鲁塔克

食桌谈话录

§6.4.1-6.4.2

关于悬于井中的水为何更加冰凉的争论

针对仆人为宾客悬挂在井中冷藏的水,宾客援引亚里士多德的学说,提出“先加热的水冷却得更甚”的解释;而叙述者则提出质疑,反驳称深井中的冷空气正是因为水量减少而能更迅速地将其冷却。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.1

Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ φρέατος1 ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς μὴ ἁπτόμενον εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δʼ ὁ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτʼ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους μετὰ λόγου κείμενον· εἶναι δὲ τοιόνδε τὸν λόγου.2 πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων3 περιψύχεται μᾶλλον· ἡ γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν, περιψύχεται ταχέως.

为了款待一位喜好冷饮、讲求享受的宾客,仆人们准备了比刚从井里打上来的水更为冰凉的水:他们用器皿汲取井水,将器皿悬挂在井中而不触及泉水水面,让它在井里过夜;到了晚宴时,呈上来的水确实比新汲的水更冷。那位宾客颇有学问,便说自己在亚里士多德的著作中读到过这个现象,且附有理论解释,其原由大致如下:凡是预先被加热过的水,其冷却的程度更甚,正如专门为君王备办的水那样——当水被煮至沸腾时,仆人们在器皿周围堆积大量的雪,水便会变得异常冰凉;正如我们沐浴之后的身体往往更容易受凉一样,因为热量所致的松弛使得身体孔隙大开且组织疏松,从而接纳了大量外界空气,使这一转变来得更为剧烈;因此,当井中的水受到泉源适度加热之后,在空气中,因其预先受热,便会迅速冷却下来。

§6.4.2

τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ πάσχειν τἀναντία, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν περιψύξει.

于是,我们称赞这位宾客强记博闻,但对其理论推导却深感困惑。因为悬挂器皿的空气若本是寒冷的,它又如何能加热水?若它是温热的,又怎能反过来将水冷却?盖在未发生任何变故的情形下,同一事物受到同一媒介的作用而产生相反的变化,这是不合情理的。见他沉默不语、茫然不解,我便说道,完全无需对空气有所疑虑:“因为感觉告诉我们空气是寒冷的,尤其是深井之中的空气;因此水断无被冷空气加热的可能。倒不如说,这股冷空气由于井底泉水量大而无法将其改变,但若有人取出一小部分,冷空气便能更强有力地压倒它并使其彻底冷却。”

语法注3 条
  1. 1τοῦ ἐκ φρέατος

    由比较级 ψυχρότερον 所支配的比较属格,省略了中心名词 ὕδατος(即“比直接从井里汲出的水”)。中性单数属格冠词 τοῦ 使介词短语 ἐκ φρέατος 名词化。

  2. 690cεἶναι δὲ τοιόνδε τὸν λόγου

    底本写作 τὸν λόγου,显系 τὸν λόγον 之讹误。此处作为间接引语中接在 ἔφη 之后的对格不定词结构(宾语主词为 τὸν λόγον,动词为不定词 εἶναι)。

  3. 690cλουσαμένων

    此处的属格分词既可视为省略了泛指主语(“人们”)的独立属格,亦可视为与 ἡμέτερα σώματα 中所蕴含的第一人称属格概念(ἡμῶν)在逻辑上相呼应的格一致用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.4.1-6.4.2