- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.3.1-6.3.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宴会主人提出了依孔隙大小分别解释饥渴的观点,而叙述者否定了这种将身体视作筛孔的假说,主张消化是食物与水分的精微融合,并提出水分是运载养分以缓和饥渴的媒介。
ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις, ἐν τῷ παραυτίκα τοῖς δὲ διψῶσι τοὐναντίον, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ τὸ πάθος οἱ τοὺς πόρους διαφόρους ὑποτιθέμενοι ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν,1 οἱ δʼ ἰσχνότεροι τὸ μὲν ποτὸν παραδέχονται, ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν μὲν φάγωσιν οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.
说完这些,我们的宴会主人便说,这些话也说得合情合理;但关于另一疑难——即孔隙的排空与充实——眼下对于口渴之人而言,相反的是,若是吃了东西,往往反会加剧干渴。在我看来,那些假设孔隙各不相同的人,即便在别的事情上仅仅算得上合乎情理,对此现象的原因却解释得最为轻而易举且极有说服力。因为所有人身上皆有孔隙,不同的孔隙具备不同的大小比例:其中较宽者同时容纳干与湿的养分,而较窄者则接纳饮水;后者的排空引发干渴,前者的排空则导致饥饿。因此,若是口渴者吃下食物,他们并不能得到救助,因为孔隙因其狭细而无法容纳干粮,反而继续缺乏其相宜之物;而饥饿者若是饮水,水分进入较大的孔隙中并充填其空虚之处,便能减缓饥饿过度的剧烈势头。
ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δʼ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. καὶ γὰρ εἰ τοῖς πόροις τούτοις ἔφην, ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει· τό γε μὴ ταὐτὰ τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλʼ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ ἡ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις καὶ τρήμασιν ἀλλʼ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον· οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δʼ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρʼ ἡμῶν ἔφην εἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δʼ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις· δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν· οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον , οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλʼ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν αἰτίαν συνιδεῖν. ἡ μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων2 ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπε· τὰ γὰρ ὑπὸ ξηρότητος ἢ πάθους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως σφόδρα πεινῶντες· ἐνδυομένη ἔξωθεν ἡ3 εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.
然而在我看来,所发生的现象固然属实,但我并不赞同这一归因的假设。 “事实上,若是有人,”我说道,“用某些人紧抓不放且深信不疑的这些孔隙把血肉钻得千疮百孔,那只会令身体变得松垮、震颤而脆弱不堪。若说身体并非由同一部位接纳饮水与食物,反倒像通过筛子一般向下流淌并被筛分隔离,这完全是凭空捏造且怪诞荒谬的。盖正是与水分的这种混合粉碎了食物,并借助体内的热量与气息作为协作,比任何器具都更为精密地通过各种切割与分解使食物细化,以致其每一细微部分对身体的每一部位而言皆变得亲和而相融,并非如置于器皿与孔洞中那般嵌合,而是浑然化合且生长相连。此外,即便撇开这些不谈,疑难中最重大的部分亦未得到解决;因为吃了食物的人若不饮水,不仅无法解渴,反会进一步加剧口渴,对此他们却未置一词。也请考察一下我们这边的看法,”我说道,“看看我们是否采纳了显明可见的前提:第一,认定水分会被干燥之物消耗并损耗,而干燥之物受水分浸润与软化后,则获得弥散与蒸腾;第二,不认为饥饿是对干食的彻底断绝,亦不认为干渴是对水分的完全告罄,而是对适度且充裕之物的匮乏。盖若完全缺失其中之一,人们既不会感到饥饿亦不会感到口渴,而是会立刻毙命。立足于这些前提,要洞察其原因便不再困难。事实上,进食者口渴加剧,是因为食物凭借其干燥之性,将体内散在残留的微弱而稀少的水分搜集并汲取殆尽——正如我们在外界所见,泥土、尘埃与沙砾将混合其中的液体吸入自身并使其消失无踪。反之,饮水必然能缓解饥饿;因为水分浸润并化解了体内原有的僵硬黏稠的食物,从中生成液汁与蒸气,并将它们运送至身体各处,补充给所需部位。因此,埃拉西斯特拉图将水分称为‘养分的运载工具’,此言非虚;盖混合的水分能将因干燥或病变而停滞沉重之物向上输送并一同带起。甚至许多人未曾饮水而仅凭沐浴,便止住了极度强烈的饥饿;外部渗入的水分通过松弛内部组织,令其更为生津且富于滋养,以致饥饿中那极其剧烈而暴虐的势头得以减退并抚平。因此,在那些绝食之人中,若是只饮水,有些人便能存活很长一段时间,直至能够滋养并附着于身体的一切被完全汲干。”
- 689bὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν
ὧν 为部分属格,其先行词是前句 πᾶσι γὰρ ὄντων πόρων 中的 πόρων。随后的 οἱ μὲν εὐρύτεροι 与 οἱ δʼ ἰσχνότεροι 构成相对置的分项主语。
- 689eτῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων
τῶν σιτίων ... συλλεγόντων καὶ προσεξικμαζόντων 构成属格独立结构。
- 690aἐνδυομένη ἔξωθεν ἡ
此处抄本在阴性冠词 ἡ 之后疑脱落了阴性名词(如 ἰκμάς 或 ὑγρότης)。由于冠词与分词 ἐνδυομένη 皆为阴性单数,结合前文沐浴(λουσάμενοι)的语境,整个分词短语作后面动词 ποιεῖ 的主语(意指“从外部渗入的湿气/水分”)。
