← 普鲁塔克

食桌谈话录

§6.1.1

禁食者为何渴甚于饥的原因

普鲁塔克将《会饮对话录》第六卷呈献给塞内基奥,并探讨了卷首的第一项论题:基于体内热量与湿气的作用机制,解释禁食者为何感受到的渴甚于饥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1

ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν ᾧ πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον ἢ πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον ἢ πεινῆν τοὺς ἐκνηστεύσαντας· ἡ γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν ἢ μόνον ἢ μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω μήτʼ ἀέρα μήθʼ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδʼ ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. ᾗ καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος· καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν· ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, ἃ δὴ καὶ τροφῆς ἥκιστα προσδεῖται διʼ ἔνδειαν θερμότητος· αὐτὸν θʼ ἕκαστον αὑτοῦ1 γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, ὃ πρῶτον κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν·2 ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται· καὶ ὁμοίως διίστησι καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτʼ ἐπʼ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς ἡ πύρωσις διώκουσα τὸ νοτερόν· γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων3 ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.

因此,我将这篇《会饮对话录》的第六卷寄赠予你,其中的首个议题是关于禁食之人何以渴甚于饥。因为,禁食后的人渴甚于饥,在当时看来似乎不近情理;盖因干燥食物的匮乏,按理当寻求其本性上固有的相应补充。于是我对在场之人说,在我们体内的诸要素中,唯有热,或主要由热,才需要滋养;正如我们在身外确实看到的那样,无论是气、水还是土,皆不求滋养,亦不消耗临近之物,唯独火是如此。亦正是由于热的缘故,年轻人比老年人更能进食;反之,老年人最易忍受禁食,因其体内的热已然迟钝且微弱,正如在无血动物中那样,由于缺乏热,它们最少需要营养。此外,体操、高声呼喊,以及一切因运动而增益热量之事,都会使每个人比平时的自己吃得更觉惬意、更为急切。而在我看来,按照本性首要充当热的养料的,主要是湿气;这正如火焰因油脂而更加炽盛,以及灰烬乃万物中最干燥之物所表明的那样;因湿润之质已被焚尽,而土质之物则剥尽水分残存下来。同样,火也通过抽去那粘合并维系物体的湿气,来分离并分解物体。因此,当我们禁食时,首先是体内残留食物中的水分被热强行剥离,继而炽热为了追逐湿气,便侵袭肉身固有的体液。于是在体内产生如泥土般的干燥,身体自然也就更加需要饮水,直到饮水之后,热得以复苏并恢复气力,方能产生对厚重固态食物的食欲。

语法注3 条
  1. 687aαὐτὸν θʼ ἕκαστον αὑτοῦ

    反身代词属格 αὑτοῦ(即 ἑαυτοῦ)作为比较属格,受比较级副词 ἥδιον 和 προθυμότερον 支配,宾格 αὐτὸν ἕκαστον 则是 ποιεῖ 的宾语,意为“使每个人比起平时的自己更觉惬意/更急切地进食”,此为希腊语中表示与自身常态相比较的惯用句式。

  2. 687aτὸ πάντων ξηρότατον εἶναι τέφραν

    由 τε ... καί 与 αἵ τε φλόγες 并列、共同充当 δηλοῦσι 主语的主格带冠词不定式结构(τὸ ... εἶναι),其中 τέφραν 为不定式的主语宾格,中性单数 πάντων ξηρότατον 为表语,意为“灰烬乃万物中最干燥之物”。

  3. 687bπιόντων

    省去代词主语(指禁食者或“我们”)的独立属格。在古典希腊语中,当属格主语在语境中显而易见时往往被省略。该属格在语法上与主句中修饰 τὸ θερμόν 的主格分词 ἀναρρωσθὲν καὶ ἰσχῦσαν 形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.1.1