- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.0.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过柏拉图简朴款待蒂莫特奥斯的轶事,指出肉体宴饮之乐转瞬即逝,而哲学谈话的回忆不仅能让与会者身心受益,更能跨越时空润泽后世的研学之人。
Τιμόθεον τὸν Κόνωνος,1 ὦ Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων ἀναλαβὼν ὁ Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις ὥς φησιν ὁ Ἴων τραπέζαις αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται· μεθʼ ἡμέραν ὁ Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλʼ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, ἡ τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων ἢ βρωθέντων ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν ἐναπολειπομένην προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας·2 ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν·3 νῦν δʼ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων.
索西乌斯·塞内基奥啊,当柏拉图把科农之子蒂莫特奥斯从奢华而带军旅作风的宴饮中接引过来,在学园里以文雅而简朴的方式,设如伊翁所说的“无炽热之席”款待他——在这样的宴席之后,伴随的是清澈的睡眠与短促的梦幻,此时身体正享有晴朗与宁静——次日蒂莫特奥斯察觉到其间的差异,便说在柏拉图处赴宴的人,翌日身体亦安适舒畅。盖因未受浸没、轻盈且毫无疑虑地随时准备投入一切活动的身体之调和,确为每日安康的伟大给养。然而,对于在柏拉图处赴宴的人来说,另有一事同样重要,那便是在酒席间所言之事的重温省思。因为饮食之乐所留下的回忆是鄙陋且易逝的,正如残留下的宿腐油烟之气;相反,哲学命题与言论的主题,却始终新鲜如初,使忆起之人欣喜莫名;并且由于倾听与分享,它们同样能以相同的事物款待那些未曾赴会之人。是以时至今日,研学之人对于苏格拉底式的会饮亦能有所分享与享受,恰如当时亲自赴宴的那些人一样。况且,若是肉体之事提供快乐,色诺芬与柏拉图本该留下的,就不应是谈话的内容,而是在卡利亚斯和阿伽通处陈列的美馔、糕点与茶点的记录了。然而事实上,那些食物虽想必耗费了周备的筹划与重金,却从未被认为值得一提;他们反将那些寓庄于谐的哲学论述著之于篇籍,留下了范式,表明在酒席间不仅当以言语彼此交往,更当牢记所谈之言。
- 686aΤιμόθεον τὸν Κόνωνος
句首的宾格 Τιμόθεον 是从属分句 ὡς ... ἐδείπνισεν 的宾语被前置(话题化/先取法)。虽然后文主句中以主格 ὁ Τιμόθεος αἰσθόμενος ... ἔφη 再次出现,但此处前置是为了在篇首率先确立话题核心。
- 686cκαὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας
动词 παρέχουσι 带不定式 ἑστιᾶν,意为“使能够款待/提供款待”。τοὺς ἀπολειφθέντας(未出席者)为 ἑστιᾶν 的逻辑宾语,分词 ἀκούοντας καὶ μεταλαμβάνοντας 亦以宾格与之同格,表示手段或方式。与格 τοῖς αὐτοῖς 表示招待所用的事物(“以同样的内容/事物”)。
- 686dἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα ... ἀπογραφὴν ἀπολιπεῖν
非人称动词直陈式过去时 ἔδει 在没有 ἄν 的情况下构成反事实假定的结论句,表示“本应当留下……(而实际上并未留下)”。它呼应了由未完成过去时直陈式构成的条件从句 εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν。
