← 普鲁塔克

食桌谈话录

§6.2.1

口渴与饥饿源于体内孔隙变形的学说

菲隆派医者主张口渴与饥饿并非源于匮乏,而是由于体内孔隙的重构变形,并列举了睡眠或沐浴缓解口渴以及刺激性食物激起食欲等例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.1

λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ γίγνεσθαι τὸ δίψος,1 ἀλλὰ πόρων τινῶν μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι, παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ2 οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές τι τῷ μετασχηματίζεσθαι,3 τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν ποιοῦσιν· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .

在这些话说完之后,以菲隆为首的医者们便开始动摇最初的论点。他们主张,口渴并非由匮乏所致,而是源于某些孔隙形状的改变。事实上一方面,夜间感到口渴之人,若是再度入睡,即便未饮水亦能停止口渴;另一方面,发热之人,当热势减缓或热病全然平息之时,口渴之感亦随即消除;此外,许多人沐浴之后,凭宙斯起誓,更有其他人在呕吐之后,口渴便告平息。在这些情况中,水分并无丝毫增加,而仅仅是孔隙因形态转变而受到某种影响,从而呈现出另一种排列与状态。这一点在饥饿方面表现得更为明显:盖许多病患身处匮乏之中,同时却又毫无食欲;而另有一些人虽已饱腹,其食欲却丝毫不减,反而持续紧张并维系下去。再者,许多厌食之人,取食盐渍橄榄或品尝续随子后,便迅速恢复并激发了食欲。由此亦最清楚地表明,我们的饥饿乃是由孔隙的某种状态所致,而非源于匮乏;因为此类食物因添入营养而减轻了匮乏,却反而引起了饥饿。正是这样,盐渍食物的可口风味与辛辣刺激,或使胃部收缩致密,或重新使其舒张放松,在其周围营造出一种易于容纳食物的和顺状态,而我们正将这种状态称为食欲。

语法注3 条
  1. 1ἐνδείᾳ γὰρ οὐ γίγνεσθαι τὸ δίψος

    该宾格加不定式结构处于间接引语中,由动词 ἐκίνουν(质疑/动摇)所蕴含的言语主张意义所统摄,并由解释性的 γάρ 引出,交代他们所提出的反驳核心。

  2. 687cτοῦτο μὲν γὰρ ... τοῦτο δʼ

    中性单数宾格代词 τοῦτο 与对偶小词 μὲν ... δʼ 搭配作副词性用法,意为“一方面……另一方面……”或“其一……其二……”,用以引导并列举证明其立论的经验反例。

  3. 687cτῷ μετασχηματίζεσθαι

    冠词后接中动/被动态不定式的与格,充当手段或原因与格,修饰前面的分词 πάσχοντές τι(遭受某种变化),表示“通过被改变形状/自身形态转变”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:6.2.1