- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.10.1-5.10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在弗洛鲁斯的宴席上,众人确认了“盐与豆”这一谚语的含义后,探讨了荷马与柏拉图何以将盐视为神圣;普鲁塔克提出盐抗拒腐朽的防腐力(模仿灵魂之功),而菲利努斯则从动物繁殖与神话的角度论述了盐催生繁衍的生殖力。
ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρʼ αὐτῷ, τίνες ἂν εἶεν· οἱ περὶ ἅλα καὶ κύαμον ἐν τῇ παροιμίᾳ λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης ὁ γραμματικός· οἱ γὰρ οὕτω συνήθεις ἔφη τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμον, ὑπὸ τῆς παροιμίας προβάλλονται. τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφʼ ὅτου γένοιτο διηποροῦμεν, Ὁμήρου μὲν ἄντικρυς λέγοντος "πάσσε δʼ ἁλὸς θείοιο·" Πλάτωνος δὲ τῶν ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατον εἶναι φάσκοντος· ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν,1 ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι. πῶς γάρ, εἰ θεοφιλὲς καὶ θεῖον, ἀφωσιώσαντο;
当我们在弗洛鲁斯家中受款待时,他向我们探询,那句谚语中所说的“围绕盐与豆的人”究竟是指哪些人。文法学家阿波罗法涅斯随即脱口解开了这个疑问,他说: “因为在朋友之中,那些亲密到 甚至就着盐和蚕豆同席共餐的人,正是这句谚语所指引的对象。” 然而,我们对于盐所受到的尊崇究竟源于何处深感困惑。因为荷马直言: “他洒下神圣的盐;”而柏拉图也宣称,按照人类的习俗,盐的实体是“最受神喜爱的”。但使这一疑难进一步加深的,是埃及祭司在行斋戒净修时完全戒绝盐,甚至连面包也要吃无盐的。因为如果盐是受神喜爱且神圣的,他们为何要将其完全摒弃呢?
Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευσε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δʼ αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον. ἐγὼ δʼ ἔφην οὐδὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν· αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι· τοὺς δʼ ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες· εἰκὸς δὲ καὶ ὡς ὄψον ἥδιστον παραιτεῖσθαι. κινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα2 διὸ καὶ χάριτας ἔνιοι προσαγορεύουσιν αὐτούς, ὅτι τῆς τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν.
于是弗洛鲁斯吩咐暂且放开埃及人不谈,让我们自己就眼前的论题按希腊人的方式谈谈看法。但我说,埃及人也并未与希腊人相抵触;因为净修不仅戒绝生儿育女,也排除了欢笑、葡萄酒以及许多原本值得看重的事物。或许正如某些人所言,他们在净修中防备盐,是因为盐因其温热会导向交合;而认为他们是将盐视作最怡人的美味配食而加以推辞,也是合情合理的。因为盐大有可能是其他一切配食的配食与调味品;因此有些人甚至称盐为“优美神(恩惠)”,正因为它使维系生命的必需养分变得美味可口。
ἆρʼ οὖν ὁ Φλῶρος ἔφη διὰ τοῦτο θεῖον εἰρῆσθαι τὸν ἅλα φῶμεν; ἔστι μὲν δή εἶπον οὐδὲ τοῦτʼ ἐλάχιστον. οἱ γὰρ ἄνθρωποι τὰ κοινὰ καὶ διήκοντα ταῖς χρείαις ἐπὶ τὸ πλεῖστον ἐκθειάζουσιν, ὡς τὸ ὕδωρ, τὸ φῶς, τὰς ὥρας· τὴν δὲ γῆν οὐ μόνον θεῖον, ἀλλὰ καὶ θεὸν ὑπολαμβάνουσιν· ὧν οὐδενὸς λείπεται χρείᾳ τὸ τῶν ἁλῶν, θρίγκωμα τῆς τροφῆς γιγνόμενον εἰς τὸ σῶμα καὶ παρέχον εὐαρμοστίαν αὐτῇ πρὸς τὴν ὄρεξιν. οὐ μὴν ἀλλὰ καὶ σκόπει, μὴ κἀκεῖνο θεῖον αὐτῷ συμβέβηκεν,3 ὅτι τῶν σωμάτων τὰ νεκρὰ διατηροῦν ἄσηπτα καὶ μόνιμα πολὺν χρόνον ἀντιτάττεται τῷ θανάτῳ καὶ οὐκ ἐᾷ παντελῶς ἐξολέσθαι καὶ ἀφανισθῆναι τὸ θνητόν· ἀλλʼ ὥσπερ ἡ ψυχή, θειότατον οὖσα τῶν ἡμετέρων, τὰ ζῷα συνέχει καὶ ῥεῖν οὐκ ἐᾷ τὸν ὄγκον, οὕτως ἡ τῶν ἁλῶν φύσις τὰ νεκρὰ παραλαμβάνουσα καὶ μιμουμένη τὸ τῆς ψυχῆς ἔργον ἀντιλαμβάνεται φερομένων ἐπὶ τὴν φθορὰν καὶ κρατεῖ καὶ ἵστησιν, ἁρμονίαν παρέχουσα καὶ φιλίαν πρὸς ἄλληλα τοῖς μέρεσι. διὸ καὶ τῶν Στωικῶν ἔνιοι τὴν ὗν σάρκα νεκρὰν γεγονέναι λέγουσι, τῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν.4 ὁρᾷς δʼ ὅτι καὶ τὸ κεραύνιον πῦρ ἱερὸν ἡγούμεθα καὶ θεῖον, ὅτι τὰ σώματα τῶν διοβλήτων ἄσηπτα πρὸς πολὺν ἀντέχοντα χρόνον ὁρῶμεν. τί οὖν θαυμαστόν, εἰ καὶ τὸν ἅλα, τὴν αὐτὴν ἔχοντα τῷ θείῳ δύναμιν πυρί, θεῖον ὑπέλαβον οἱ παλαιοί.
“那么,”弗洛鲁斯说,“我们是否应当说,盐正是因此才被称为神圣的呢?” “这确实是,”我说,“绝非最不足道的一个原因。因为人们通常把那些普遍共有且在功用上最为广布的事物神化,例如水、光明和季节;而大地则不仅被视为神圣的,甚至被视为神本身。而在这些功用中,盐的作用绝不逊于其中任何一种,它成为肉体食物的顶石与封顶,使食物与食欲产生极佳的契合。不仅如此,你且看看这是否也是由于神性的缘故而属于盐:它使尸体长久保持不腐烂且耐久,以此对抗死亡,不容许凡俗之躯彻底归于毁灭与消亡。然而正如我们体内最神圣的灵魂维系着动物的躯体而不让其形质流散瓦解一样,盐的自然本性接管了尸体,模仿灵魂的作用,在各部分漂向腐朽之际将其挽住、掌控并遏止,赋予各部分相互之间的和谐与友爱。因此,斯多亚派学者中甚至有人说,猪生来本是死肉,只不过为了保持存续,灵魂才像盐一样被撒入其中。你看,我们甚至将雷击之火视为神圣不可侵犯的,正是因为我们看到遭受天殛者的尸体能在长时间内抵抗腐败。既然如此,古代的人们如果将具有与神火相同力量的盐也视为神圣之物,又有什么可奇怪的呢?”
σιωπήσαντος δʼ ἐμοῦ, Φιλῖνος ὑπολαβών τὸ δὲ γόνιμον οὐ δοκεῖ σοι ἔφη θεῖον εἶναι, εἴπερ ἄρχει ὁ θεὸς πάντων; ὁμολογήσαντος δʼ ἐμοῦ καὶ μήν ἔφη τὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων· οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δʼ ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν· εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺς καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ τοῦτο δʼ ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτʼ ἀργὸν μήτʼ ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ κινητικόν , ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπʼ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλως τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ θαλάττια· πρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐμπεδοκλῆς5 "φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων."
在我沉默之后,菲利努斯接过话头说: “如果神确实统治着万物,那么生殖的力量在你看来难道不也是神圣的吗?” 在我表示赞同后,他说: “确实,正如你自己提到埃及人时所说,人们认为盐对于生殖起到了不可小觑的协助作用。至少那些热衷于培育猎犬的人,每当母犬在交合上过于迟钝时,就会用其他咸味食物和腌肉来激发并挑起它们原本沉寂的繁衍冲动。而运盐船更会滋生出巨量的老鼠——正如某些人所言,母鼠舔食盐分时,甚至无需交合便能受孕。但更符合情理的解释是,盐分给性器官带来了瘙痒感,驱使动物一同投入交配。也许正是由于这个原因,人们才将女性既不沉滞呆板、亦非索然无味,而是融入了风韵与挑动之魅的美貌,称为‘咸味的(有盐趣的)’和‘辛辣的’。我想,诗人们之所以称阿佛洛狄忒为‘生于海盐之神’,并编造流传了关于她起源于大海的神话,也是在暗示盐的生殖力。因为诗人们描绘波塞冬本人以及普遍的海洋神祇都是多子多孙、极具繁衍力的。至于动物本身,你绝无法指出任何陆生或飞禽动物能像所有的海生生物那样多产;对此恩培多克勒也曾作诗云: ‘引领着未蒙教化的多种多产的鱼类之族。’”
- 1τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν
带有中性单数定冠词 τό 的宾格不定式短语(τοὺς Αἰγυπτίους ἱερέας... ἀπέχεσθαι)充当主句动词 ἐπέτεινε 的主语,意为“埃及祭司在净修期间完全戒盐这一事实(加深了困惑)”。
- 685aκινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα
κινδυνεύω 搭配不定式在此处用作表示推测或极高概然性的习用句式(“很有可能是”、“大抵是”),而非字面意义上的“冒着……危险”。整句意为“因为盐大有可能是其他一切配食的配食与调料”。
- 685bσκόπει, μὴ κἀκεῖνο θεῖον αὐτῷ συμβέβηκεν
在命令式 σκόπει 之后,μή 接直陈式现在完成时(συμβέβηκεν),构成探问或委婉肯定的从句(“考虑一下……是否也恰是如此”)。κἀκεῖνο 为 καὶ ἐκεῖνο 的缩合形,前置预示了下文的 ὅτι 解释从句。
- 685cτῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν
属格独立结构,τῆς ψυχῆς 为逻辑主语,παρεσπαρμένης 为谓语分词。此处引用了著名的斯多亚派命题(特别是克律西波斯的主张):猪实为死肉,灵魂只是如同盐一般撒入其中以防止其腐烂。ὑπὲρ τοῦ + 不定式 表示目的(“为了维持不朽/存续”)。
- 685eπρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐμπεδοκλῆς
中性关系代词 ὅ 先行指代前句所陈述的“海生生物皆极为多产”这一事实整体。ποιέω 在此处用作“作诗、吟咏”的专门含义,引出后文恩培多克勒的诗句引文。
