- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.9.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
席间探讨了苦涩且不开花的无花果树为何能结出甘甜果实,兰普里亚斯借肝脏的比喻解释道,这是因植物内部所有的甘甜成分全被浓缩挤压进了果实之中。
μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτω καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου· τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ ξύλον ὀπῶδές ἐστιν, ὥστε καόμενον μὲν ἐκδιδόναι δριμύτατον καπνὸν κατακαυθὲν δὲ τὴν ἐκ τῆς τέφρας κονίαν ῥυπτικωτάτην παρέχειν ὑπὸ δριμύτητος. ὃ δʼ ἐστὶ θαυμασιώτατον, ἀνθούντων ἁπάντων ὅσα βεβλάστηκε καὶ καρπογονεῖ, μόνον ἀνανθές ἐστι τὸ τῆς συκῆς φυτόν· εἰ δʼ, ὥς φασιν, οὐ κεραυνοῦται, καὶ τοῦτʼ ἄν τις ἀναθείη τῇ πικρότητι καὶ καχεξίᾳ τοῦ στελέχους· τῶν γὰρ τοιούτων οὐ δοκοῦσιν ἐπιθιγγάνειν οἱ κεραυνοί, καθάπερ οὐδὲ τῆς φώκης τοῦ δέρματος οὐδὲ τῆς ὑαίνης. ὑπολαβὼν οὖν ὁ πρεσβύτης ἔφη, ὅσον ἂν ἐνῇ τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν εἰκότως δριμὺ ποιεῖν1 καὶ ἄκρατον τὸ λειπόμενον· ὥσπερ γὰρ τὸ ἧπαρ, εἰς ἕνα τόπον τοῦ χολώδους ἀποκριθέντος, αὐτὸ γίγνεται γλυκύτατον οὕτω τὴν συκῆν εἰς τὸ σῦκον ἅπαν τὸ λιπαρὸν καὶ νόστιμον ἀφιεῖσαν αὐτὴν ἄμοιρον εἶναι γλυκύτητος. ἐπεί, ὅτι γε μετέχει τινὸς εὐχυμίας τὸ ξύλον, ἐκεῖνο ἔφη ποιοῦμαι σημεῖον, ὃ λέγουσιν οἱ κηπουροί· λέγουσι δὲ τοῦ πηγάνου τὸ φυόμενον ὑπʼ αὐτῇ καὶ παραφυτευόμενον ἥδιον εἶναι2 καὶ τῷ χυμῷ μαλακώτερον, ὡς ἂν ἀπολαῦόν τινὸς γλυκύτητος, κατασβέννυται τἄγαν βαρὺ καὶ κατάκορον, εἰ μὴ νὴ Δία τοὐναντίον ἡ συκῆ περισπῶσα τὴν τροφὴν ἐξαιρεῖ τὸ τῆς δριμύτητος.
在此之后,人们对无花果产生了一个疑问:为何如此丰美肥硕且甘甜的果实,竟会长在最苦涩的树上?因为无花果树的叶子因其粗糙而被称为“thrion”,其木材富含乳汁,以致燃烧时散发出极其刺鼻的烟雾,烧尽后也使出自灰烬的灰汁因其辛烈而极具去污洗涤力。而最令人惊异的是,在所有发芽结果的植物都在开花之时,唯独无花果树是不开花的。而且,如果如人们所言,它不会遭雷击,人们也可以将此归因于树干的苦涩与恶劣质性;因为雷电似乎不会触及这类事物,正如既不触及海豹皮,也不触及鬣狗皮一样。 于是那位老人接过话茬说,植物中不论含有多少甘甜,这全部由于被挤压聚集到果实中,自然使得留存的部分变得辛烈而纯粹;因为正如肝脏在胆汁物质被析出排泄到单一位置后,自身便变得极为甘美一样,无花果树也是将所有肥厚与滋养的汁液都注入到果实中,自身遂缺乏甘味。“至于说到木质确实分有了某种良质的滋汁,”他说,“我将园丁们所说的一件事视作证据。他们说,生长在它下方且伴生种植的芸香更加怡人,汁液风味也更柔和,仿佛分享了某种甘甜,消解了原本过分沉重而强烈的苦烈之气;除非,以宙斯的名义,事实恰恰相反,是无花果树在抽取养分的同时除去了芸香的辛辣成分。”
- 684dὅσον ἂν ἐνῇ τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν εἰκότως δριμὺ ποιεῖν
由 ἔφη 引出的间接引语中的“宾格加不定式”结构。主语宾格为 ἅπαν τοῦτο,它复指前面的关系从句 ὅσον ἂν ἐνῇ... γλυκύτητος(其中 γλυκύτητος 为部分属格),并由分词 συνθλιβόμενον 修饰;不定式为 ποιεῖν,其宾语为 τὸ λειπόμενον,δριμὺ καὶ ἄκρατον 为宾语补足语(述语性宾格)。
- 684dτοῦ πηγάνου τὸ φυόμενον ὑπʼ αὐτῇ καὶ παραφυτευόμενον ἥδιον εἶναι
τοῦ πηγάνου 为表示整体的部分属格,修饰由中性单数冠词加现在分词构成的名词化短语 τὸ φυόμενον... καὶ παραφυτευόμενον(“生在其下且伴生种植的那部分芸香”)。该短语在引出间接引语的 λέγουσι 之后充当主语宾格,支配不定式 εἶναι 及其补足语 ἥδιον。
