- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.8.1-5.8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在一次宴席上,由诗句引出了对荷马为何称苹果“结着光华之果”以及恩培多克勒为何称其为“hyperphloia”的讨论,众人从词源与果实构造给出了不同解释。
ἑστιωμένων ἡμῶν ποτʼ ἐν Χαιρωνείᾳ καὶ παρατεθείσης παντοδαπῆς ὀπώρας, ἐπῆλθέ τινι τῶν κατακειμένων ἀναφθέγξασθαι τὸν στίχον ἐκεῖνον "συκέαι τε γλυκεραὶ καὶ μηλέαι ἀγλαόκαρποι "καὶ ἐλαῖαι τηλεθόωσαι ζήτησις οὖν ἦν, διὰ τί τὰς μηλέας ὁ ποιητὴς ἀγλαοκάρπους ἐξαιρέτως προσεῖπεν. καὶ Τρύφων μὲν ὁ ἰατρὸς ἔλεγε κατὰ τὴν πρὸς τὸ δένδρον εἰρῆσθαι σύγκρισιν, ὅτι μικρὸν ὂν κομιδῇ καὶ τὴν ὄψιν εὐτελὲς καλὸν καὶ μέγαν ἐκφέρει τὸν καρπόν. ἄλλος δέ τις ἔφη τὸ καλὸν ἐκ πάντων συντεθὲν μόνῳ τούτῳ τῶν ἀκροδρύων ὁρᾶν ὑπάρχον καὶ γὰρ τὴν ψαῦσιν ἔχει καθάριον, ὥστε μὴ μολύνειν ἀλλʼ εὐωδίας ἀναπιμπλάναι τὸν ἁπτόμενον, καὶ τὴν γεῦσιν ἡδεῖαν, ὀσφραίνεσθαί τε καὶ ἰδεῖν ἐπιτερπέστατόν ἐστι· διὸ καὶ πάσας ὁμοῦ τι τὰς αἰσθήσεις προσαγόμενον εἰκότως ἐπαινεῖσθαι.
有一次我们在喀罗尼亚聚宴,端上了各种各样的秋果,一位倚卧在席的客人便脱口吟出了那句诗: “甘甜的无花果树与结着光华之果的苹果树,”以及 “郁郁葱葱的橄榄树。” 于是便产生了一个探究:为何诗人特意称苹果树为“结着光华之果的”。医官特鲁丰说,这是与树身作对比而言的,因为树本身十分矮小且外表简陋,结出的果实却美丽而硕大。另一个人则说,他看到由一切美质汇聚而成的美,在所有树生果实中唯独属于苹果;因为它的触感洁净,不至于弄脏、反而使触摸者充满芳香,口感甘美,闻起来和看起来也最令人愉悦;因此,它几乎同时引动了所有感官,受到赞美也是理所当然的。
ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος "οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα," τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται· διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθʼ ἥντινα διάνοιαν ὁ σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖν,1 καὶ μάλιστα τἀνδρὸς οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλʼ ἕκαστον οὐσίας τινὸς ἢ δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇ περικείμενον σῶμα, καί νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματον τὸ ἧπαρ, εἰπόντος οὖν ἐμοῦ ταῦτα, γραμματικοί τινες ἔφασαν ὑπέρφλοια λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν· τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ τεθηλέναι φλοίειν ὑπὸ τῶν ποιητῶν λέγεσθαι. καὶ τὸν Ἀντίμαχον οὕτω πως φλοίουσαν ὀπώραις εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν· ὁμοίως τὸν Ἄρατον ἐπὶ τοῦ Σειρίου λέγοντα "καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα," τὴν χλωρότητα καὶ τὸ ἄνθος τῶν καρπῶν φλόον προσαγορεύειν εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλοίῳ Διονύσῳ θύουσιν. ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν ἡ χλωρότης καὶ τὸ τεθηλέναι τῷ μήλῳ παραμένει, ὑπέρφλοιον αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι. Λαμπρίας δʼ ὁ πάππος ἡμῶν ἔφη τὴν ὑπὲρ φωνὴν οὐ μόνον τἄγαν καὶ τὸ σφοδρὸν δηλοῦν, ἀλλὰ καὶ τὸ ἔξωθεν καὶ τὸ ἄνωθεν· οὕτω γάρ ὑπέρθυρον καὶ ὑπερῷον καλεῖν ἡμᾶς, τὸν δὲ ποιητὴν καὶ κρέʼ ὑπέρτερα τὰ ἔξω τοῦ ἱερείου, ὥσπερ ἔγκατα τὰ ἐντός. ὅρα τοίνυν ἔφη μὴ πρὸς τοῦτο μᾶλλον ὁ Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον,2 ὅτι, τῶν ἄλλων καρπῶν τὸ ἔξωθεν ὑπὸ τοῦ φλοιοῦ περιεχομένων καὶ τὰ καλούμενα λεπύχανα καὶ κελύφη καὶ ὑμένας καὶ λοβοὺς ἐπιπολῆς ἐχόντων, ὁ τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, ᾧ προσίσχεται τὸ σπέρμα· τὸ δʼ ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, εἰκότως ὑπέρφλοιον ὠνόμασται.
对此我说,这些说法都还算中肯;但在恩培多克勒说出: “因此晚熟的石榴与超皮的苹果”之后,我固然能理解石榴的修饰语,因为当秋末将尽、暑气消退之时,它们才使果实熟透;因为若非空气开始转向阴冷,太阳便不容许它们那微弱而黏稠的水分凝结;所以塞奥弗拉斯托斯也说,唯有这种树在阴凉处能将果实熟得更好、更快。但是,那位智者究竟出于何种意图将苹果称作“超皮的(ὑπέρφλοια)”,我则深感疑惑,尤其是因为此人并不习惯为了文字工巧而用最悦目的形容词去粉饰事物——宛如用艳丽的色彩一般——而是让每一个词都作为某种本质或力量的昭示,比如称灵魂周遭的肉体为“围绕凡人的泥土”,称空气为“聚云者”,称肝脏为“多血的”。在我说了这些之后,几位文法学者说,苹果被称为“超皮的”是由于其鼎盛之气;因为诗人们把过于繁茂和盛开称为“phloiein”。安提马库斯也曾大约这样称卡德摩斯之城为“丰产果实而繁荣”;同样,阿拉托斯在谈到天狼星时说: “它强化了某些,却摧毁了另一些的全部芳华,”把果实的新鲜与花容称为“phloos”;而且在希腊人中也有一些人向“繁茂(或树皮)之神狄奥尼索斯”献祭。因此,既然果实的新鲜与繁茂最持久地保留在苹果身上,那位哲学家便称它为“超皮(即极度繁茂)的”。 然而我们的祖父兰普里亚斯说,“hyper-”这个词不仅表示过度与强烈,还表示“在外面”和“在上方”;因为我们正是这样称呼“门楣(hyperthyron)”和“楼上之室(hyperōion)”的,而诗人也把祭牲外面的肉称为“外部之肉(hypertera krea)”,正如把内部的称为“内脏(engkata)”一样。“那么请注意,”他说,“恩培多克勒造出这个形容词,岂不更可能是基于这一点:其他果实从外面被果皮包裹,并在表面带有所谓的外壳、硬壳、薄膜和豆荚,而苹果的果皮则是一层位于内部的黏稠而油润的内膜,种子附着其上;至于可食用的部分,则是从外面包裹着它,因此理所当然被称为‘皮外的(hyperphloion)’。”
- 683dταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος ... τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν ... τὰ δὲ μῆλα ... διαπορεῖν
由主动词 ἔφαμεν(“我们说”)统辖的间接引语结构。宾格加不定式 ταῦτα μὲν ... μετρίως λέγεσθαι 附属于它;在插入属格独立结构 τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος ... 之后,另外两个不定式 νοεῖν 与 διαπορεῖν 作为 ἔφαμεν 的平行补足成分并列出现,其逻辑主语均为 ἡμεῖς。
- 684aὅρα ... μὴ πρὸς τοῦτο μᾶλλον ὁ Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον
由祈使语气 ὅρα 引导带 μή 和直陈语气完成时(πεποίηκε)的从属从句,表示委婉的推测或肯定建议(“试考虑是否恩培多克勒正是根据……”)。使用直陈语气而非连接语气,表明说话者对这一推测带有强烈的肯定倾向,视其为事实。
