← 普鲁塔克

食桌谈话录

§5.7.5-5.7.6

对亲族与自我的邪视及德谟克利特学说

叙述者将对亲族的邪视解释为根深蒂固的习性的不自觉表现,将对自我的邪视解释为极度健康状态的反弹与来自镜面的流溢物的反冲;当盖乌斯提及德谟克利特的流形学说时,叙述者指出自己只是剥除了那些流溢物的生命与意图属性,并将进一步的探讨推迟至次日清晨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.5

ἄλλως μέν ἔφην οὐ μάλʼ ἱκανῶς· πίνων δ’ ὡς ὁρᾷς ἐκ τῆς τηλικαύτης κύλικος, οὐκ ἀτόλμως· λέγω δʼ ὅτι τὰ μὲν πάθη πάντα, ταῖς ψυχαῖς ἐμμείναντα πολὺν χρόνον, ἕξεις ἐνεργάζεται πονηράς· αὗται δʼ, ὅταν ἰσχὺν φύσεως λάβωσιν, ὑπὸ τῆς τυχούσης κινούμεναι προφάσεως, πολλάκις καὶ ἄκοντας ἐπὶ τὰ οἰκεῖα καὶ συνήθη καταφέρουσι πάθη. σκόπει δὲ τοὺς δειλοὺς ὅτι καὶ τὰ σῴζοντα φοβοῦνται, καὶ τοὺς ὀργίλους ὅτι καὶ τοῖς φιλτάτοις δυσκολαίνουσι, καὶ τοὺς ἐρωτικοὺς καὶ ἀκολάστους ὅτι τελευτῶντες οὐδὲ τῶν ἁγιωτάτων ἀπέχεσθαι δύνανται σωμάτων. ἡ γὰρ συνήθεια δεινὴ πρὸς τὸ οἰκεῖον ἐξάγειν τὴν διάθεσιν, καὶ τὸν ἀκροσφαλῶς ἔχοντα πᾶσι προσπταίειν ἀνάγκη τοῖς ὑποπίπτουσιν· ὥστʼ οὐκ ἄξιον θαυμάζειν τοὺς τὴν φθονητικὴν καὶ βασκαντικὴν ἀπειργασμένους ἐν ἑαυτοῖς ἕξιν, εἰ καὶ πρὸς τὰ οἰκεῖα κατὰ τὴν τοῦ πάθους ἰδιότητα κινοῦνται· κινούμενοι δʼ οὕτως ὃ πεφύκασιν οὐχ ὃ βούλονται ποιοῦσιν. ὡς γὰρ ἡ σφαῖρα κινεῖσθαι σφαιρικῶς καὶ κυλινδρικῶς ὁ κύλινδρος ἀναγκάζεται κατὰ τὴν τοῦ σχήματος διαφοράν, οὕτως τὸν οὕτω φθονερὸν ἡ διάθεσις φθονητικῶς πρὸς ἅπαντα κινεῖ. οὐ μὴν ἀλλὰ καὶ καταβλέπειν εἰκός ἐστιν αὐτοὺς τὰ οἰκεῖα καὶ ποθούμενα μᾶλλον· διὸ καὶ βλάπτουσι μᾶλλον. ὁ δὲ βέλτιστος Εὐτελίδας καὶ ὅσοι λέγονται καταβασκαίνειν ἑαυτοὺς οὐκ ἀλόγως μοι δοκοῦσι τοῦτο πάσχειν. σφαλερὸν γὰρ ἡ ἐπʼ ἄκρον εὐεξία κατὰ τὸν Ἱπποκράτην, καὶ τὰ σώματα προελθόντα μέχρι τῆς ἄκρας ἀκμῆς οὐχ ἕστηκεν, ἀλλὰ ῥέπει καὶ ταλαντεύεται πρὸς τοὐναντίον· ὅταν οὖν ἐπίδοσιν ἀθρόαν λάβωσι καὶ βέλτιον ἢ προσεδόκων ἔχοντας ἑαυτοὺς ἐπιβλέπωσιν, ὥστε θαυμάζειν καὶ κατασκοπεῖν τὸ σῶμα τῆς μεταβολῆς, ἐγγὺς εἰσι καταφερόμενοι ταῖς ἕξεσι πρὸς τὸ χεῖρον, ἑαυτοὺς καταβασκαίνειν.1 τοῦτο δὲ γίγνεται μᾶλλον ἀπὸ τῶν πρὸς ὕδασιν ἤ τισιν ἄλλοις ἐσόπτροις ὑφισταμένων ῥευμάτων ἀναπνεῖ γὰρ ἐπʼ αὐτοὺς τοὺς ὁρῶντας, ὥσθʼ οἷς ἑτέρους ἔβλαπτον, αὐτοὺς κακοῦσθαι. τοῦτο δʼ ἴσως καὶ περὶ τὰ παιδία γιγνόμενον καταψεύδεται πολλάκις τὴν αἰτίαν τῶν ἐνορώντων.

“平时的话,” 我说,“倒不是很充分;但正如你所见,喝着这么大的一杯酒,我倒也不胆怯。我的意思是,一切情感在灵魂中滞留很久之后,都会产生不良的习性;而这些习性一旦获得了天性的力量,受到任何微不足道的借口的触动,便往往违背本人的意愿,将他们拖入切近且习惯了的情感之中。且看怯懦之人,甚至对救护他们的事物也感到畏惧;易怒之人,甚至对最亲近的人也生起愤恨;好色和放纵之人,最终甚至连最神圣的身体也无法自禁。因为习惯在将性情引向熟悉之物方面是极其强有力的,而立足不稳之人必然会在横亘在前的每一个障碍上跌倒。因此,对于那些在自身中形成了嫉妒和邪视习性的人,即便他们按照该情感的特有性质对自己的亲属产生冲动,也不值得惊异;当他们受到如此驱使时,他们所行的是本性之所驱,而非自身之所愿。因为正如由于形状的不同,球体被迫按球形运动,圆柱体被迫按圆柱形运动一样,那种性情也驱使如此嫉妒之人以嫉妒的方式对待一切。不仅如此,他们自然更倾向于注视自己的亲眷和挚爱之人;因此他们也更会伤害他们。 而可敬的欧忒利达斯以及所有据说对自己施加邪视的人,在我看来遭遇此事绝非没有根据。因为正如希波克拉底所说,极度的健康状态是危险的,身体达到巅峰盛期之后便不会止步不前,而是向相反方向倾斜和摆动;因此,当他们获得骤然的增进,看到自己的状态比预料的要好,以至于惊叹于这种变化并审视自己的身躯时,他们在体质状况上下滑向恶化,离对自己施加邪视已经不远了。而这种情况由水面或其他镜子所激起的流溢物更容易引起;因为它会反向吹拂到注视者自己身上,以致于他们被曾经用来伤害他人的同一种东西所侵害。这种情况或许在孩童身上发生时,也往往把罪责虚假地归咎于那些注视他们的人。”

§5.7.6

ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος·2 ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔθʼ ὁρμῆς, ἀνάπλεὰ τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς. πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν3 ἵνα μή με δόξητε πόρρω νυκτῶν ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα.

当我停下来时,弗洛鲁斯的女婿盖乌斯说:“那么,德谟克利特的‘流形’,就像艾基翁人或墨伽拉人一样,根本不值一提、也不算数了吗?他说那些流形从嫉妒者身上发散出来,绝非完全没有感觉或冲动,而且充满了排放者的恶毒与邪视;它们带着这恶毒附着、滞留并与被邪视者同处,扰乱并伤害他们的身体与心智?因为我想那个人在其学说中大致是这样讲的,而在辞藻上则表达得精妙绝伦且气度不凡。” “确实如此,” 我说,“但我很奇怪,你们怎么没有察觉到,我除了剥除这些流溢物具有生命和意图的性质之外,并没有去掉别的任何东西;这只是为了让你们不至于认为我是在夜深之时引来具有知觉和理智的幽灵和偶像来恐吓与扰乱你们。那么,如果大家觉得合适,就等天亮之后再来探讨这些吧。”

语法注3 条
  1. 682eἐγγὺς εἰσι καταφερόμενοι ταῖς ἕξεσι πρὸς τὸ χεῖρον, ἑαυτοὺς καταβασκαίνειν

    结构由主要成分 ἐγγύς εἰσι(现在时直陈式第三人称复数)后接补足不定式 ἑαυτοὺς καταβασκαίνειν 构成,意为“他们离对自己施加邪视已经不远了”。分词短语 καταφερόμενοι ταῖς ἕξεσι πρὸς τὸ χεῖρον 则作为伴随状语,说明跌落的过程(“在体质状况上下滑向恶化”)。

  2. 682eτῶν δὲ Δημοκρίτου ... εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος;

    属格 τῶν Δημοκρίτου εἰδώλων 依附于习语 ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος(“毫无数量与挂齿可言”),此处化用了关于墨伽拉人或艾基翁人微不足道的著名神谕谚语。整句构成盖乌斯的修辞性疑问句。

  3. 683aοὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν

    动词 ἀφαιρέω 带夺格/分离属格 τῶν ῥευμάτων τούτων(“从这些流溢物中”),以及并列相关宾语 οὐδὲν ἄλλο ... ἤ(“除……之外别无其他”)。全句表达“从这些流溢物中除了剥除生命与意图的属性之外,未曾除去任何其他东西”(即仅去除了这两者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.7.5-5.7.6