← 普鲁塔克

食桌谈话录

§5.7.3-5.7.4

嫉妒导致邪视的机制与对该说的质疑

帕特罗克勒斯询问邪视这种心灵的损害如何通过视线传播,讲述者解释说嫉妒的情感会使身体与目光变质如毒箭般致害,而索克拉鲁斯则列举亲人施加邪视及自我邪视的传说对嫉妒起因说提出质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.3

καὶ μάλʼ ἔφη λέγεις ὀρθῶς ὁ Πατροκλέας ἐπί γε τῶν σωματικῶν τὰ δὲ τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν; οὐκ οἶσθʼ ἔφην ὅτι πάσχουσʼ ἡ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γιγνομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι· λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσι καὶ καταξαίνουσι τὰς ἕξεις· ὧν οὐδενὸς ὁ φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς1 ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες ἀπερείδωσι τὰς ὄψεις, αἱ δʼ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν,2 οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐδʼ ἄπιστον, εἰ κινοῦσι τοὺς προσορωμένους· καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίγνεται μετʼ ὀργῆς δακνόντων· καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν, ὅταν ἐρῶντες πλησιάζωσι· καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν, ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθʼ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι εἶπον ὦ Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν.

“正是如此,”帕特罗克勒斯说,“就身体方面而言,您说得确实不错;但至于灵魂方面的事物,施加邪视亦是其中之一,它是以何种方式、又怎样通过视线将损害传给被注视者的呢?” “难道你不知道,”我说,“灵魂在承受作用时,也会使身体协同处于相应状态吗?因为对云雨之事的念头会激起生殖器,而猎犬在与野兽的争斗中的狂怒往往会熄灭其视力并使其盲目;忧伤、贪财和猜忌会改变脸色并消耗体质;而嫉妒生来不比其中任何一种更少侵入灵魂,它让身体也充斥着恶意,画家在勾勒嫉妒的面貌时巧妙地试图摹仿这种恶意。因此,当因嫉妒而处于如此状态的人们凝视,而部署在最接近灵魂处的视线吸收了那恶毒、如同涂了毒的箭一般飞射而去时,若它们撼动了被注视之人,我想并不会发生任何不合常理或不可置信的事情。因为狗在发怒咬人时,其咬伤确实更为严重;而且人们说,人类的精种在怀着爱意交合时更容易成孕;总的来说,灵魂的情感会增强身体的能力并使其更为剧烈。因此,人们也认为所谓的避邪物之类对嫉妒有效,因为视线因其离奇而被吸引,从而较少压迫那些受难者。弗洛鲁斯啊,”我说,“且把这些算作我对筵席的分摊贡赋吧。”

§5.7.4

καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας "καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαι Εὐτελίδαο· ἀλλʼ αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δίνῃ ἐν ποταμῷ· τὸν δʼ αὐτίκα νοῦσος ἀεικής" ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς καὶ παθών τι πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας3 πρὸς τὰς τοιαύτας ἀτοπίας.

索克拉鲁斯说:“只要我们先对它们进行检验才行;因为论证中似乎有某种靠不住的东西。如果我们把许多人关于被邪视者的说法当作真事,你大概不会不知道,人们甚至认为朋友、亲戚、有些人甚至连父亲也具有邪视之眼,以致女人们不向他们展示孩童,也不允许孩童长时间被这样的人注视;那么,这种受害又怎能仍被认为是出于嫉妒呢?再者,凭宙斯起誓,对于那些据说对自己施加邪视的人,你又会怎么说呢?因为你确实听过这事;即使没有,你也无论如何读过这些诗句: ‘昔日美丽,确实美丽,欧忒利达斯的发丝; 但那个不幸之人在河中的漩涡里看见自己,对自己施加了邪视; 立刻有一种难看的疾病……’ 因为据说欧忒利达斯觉得自己美丽,并在目睹时受到某种情感的作用,结果便病倒了,随着青春盛貌一同失去了健康的体质。不过且看你针对此类荒谬现象怀有何种巧思辩才吧。”

语法注3 条
  1. 681eὧν οὐδενὸς ὁ φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς

    关系代词 ὧν 指代前文提及的情感(λῦπαι、φιλαργυρίαι、ζηλοτυπίαι),与 οὐδενός 结合构成受比较级副词 ἧττον 支配的比较属格(ὧν οὐδενὸς ἧττον 意为“不比其中任何一种更少”)。不定式 ἐνδύεσθαι 作 πεφυκώς(“天生具有……倾向”)的补充成分。

  2. 681eὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες ἀπερείδωσι τὰς ὄψεις, αἱ δʼ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν

    此句在 ὅταν 引导的从句内部发生了主语转换。前半句以受分词 διατεθέντες 暗示的嫉妒者为主语,支配 ἀπερείδωσι τὰς ὄψεις(“凝视”);由 αἱ δέ 引出的后半句则将主语转换为目光本身(即 αἱ ὄψεις),支配动词 προσπίπτωσιν(“扑落/飞射”)。ἔγγιστα τῆς ψυχῆς 中,最高级副词 ἔγγιστα 支配表示距离关系的属格。

  3. 682bπῶς ἔχεις εὑρησιλογίας

    动词 ἔχω 加副词(πῶς)并后接表示范围或状态的关系属格/部分属格(εὑρησιλογίας)的惯用表达,意为“你在狡辩/巧辩之才方面储备如何”或“你有何种发明论辩的机巧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.7.3-5.7.4