← 普鲁塔克

食桌谈话录

§5.7.1-5.7.2

邪视的真实性与眼部流出物的作用

宴席上探讨起邪视的存在,弗洛鲁斯主张不能仅仅因为原因不明就否定客观事实,叙述者则以爱情和疾病的传染为例,阐释了身体与眼睛散发出的流出物所具有的强烈作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.1

περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δʼ ἑστιῶν ἡμᾶς Μέστριος Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς βοηθεῖν· τῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως,1 ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δʼ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δʼ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναι, τὸ δʼ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπʼ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς προσαγορευομένους ἱστορεῖ Φύλαρχος οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δʼ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέτας ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δʼ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται.

席间有人提出了关于邪视以及生有邪视之眼的话题,其他人都把这件事视若儿戏,予以嘲笑;然而款待我们的主人梅斯特里乌斯·弗洛鲁斯却说,实际发生的事实奇妙地证实了这传闻,而仅仅因为缺乏原因的说明便不相信这一记载是不公道的,因为有无数事物的实存是显而易见的,其原因的理性解释却从我们这里溜走了。 “总括来说,”他说,“在每件事中都执着寻求合理解释的人,从一切事物中剥夺了惊奇的成分。因为凡是缺乏对原因的理性说明之处,困惑便从那里开始,也就是说,哲学思考便从那里开始;因此,在某种意义上,那些不相信奇事的人正在消灭哲学。并且,”他说,“人们应当借由理性去探求某事何以发生,但对于它确实发生这一事实,则必须从传闻中接受过来。许多此类事情都被记载下来了:我们确实知道有些人单凭注视就会对幼童造成极大的伤害,因为幼童的身体状态由于潮润和脆弱而被他们改变,并向恶化的方向转化,而身体已经坚固硬化的大人遭受此种影响则较少。再者,费拉库斯记载说,昔日被称为蒂比昂人、居住在蓬托斯周边的居民,不仅对幼童有害,而且对成年人来说也是致命的:因为只要承受他们的目光、呼吸和谈话,人们就会消瘦憔悴并染病;而从那里运出可买卖奴隶的混居人口,显然也察觉到了这种发生的事情。然而在这些事例中,前者或许并不那么令人惊异;因为接触与彼此渗透的浸染具有某种明显的致病起因;正如其他鸟类的羽毛若与雕的羽毛放在一起,就会在摩擦中损毁,且随着羽根的腐烂而脱落一样,人的触碰有的有益,有的严酷且有害,这也没有什么不可能的。但是仅仅被看了看就受到伤害,确实像我说过的那样发生着,却因为原因难以追寻而未被人们相信。”

§5.7.2

καὶ μήν ἔφην ἐγώ τρόπον τινὰ τῆς αἰτίας αὐτὸς ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροὰς τῶν σωμάτων ἀφικόμενος· καὶ γὰρ ἡ ὀσμὴ καὶ ἡ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραὶ τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπʼ αὐτῶν προσπεσόντων πάθωσι. πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφʼ οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροάς;.· μάλιστα δὲ τοῦτο γίγνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι· πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν διʼ αὐτῆς τὸν ἄνθρωπον. ἡδοναῖς τε γὰρ συμμέτροις καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται· καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν, ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἷον ἑλκόμενον εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν· τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων,2 οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὥρᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτʼ ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει καὶ ἀπόλλυσι μεθʼ ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν· οὔτε γὰρ ἁπτομένοις οὔτʼ ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. τοιαύτη γὰρ γίγνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν Μη Μηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι, πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν· ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται· τοιαύτην ἔοικε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθʼ ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπίπτον, ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως· ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ τοὺς τὸν ἴκτερον ἔχοντας οὐδὲ καρτεροῦσιν, ἀλλʼ ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν· οὐ φθονοῦντες·, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπʼ αὐτῶν ἰάσεως3 ἀλλʼ ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. τῶν δʼ ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες· οὕτω δύναμιν ἔχει ὀξεῖαν ἡ ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν.

“然而,”我说,“您自己既然涉及到了身体的流出物,在某种意义上就已经找到了通向原因的某种痕迹与途径。因为气味、声音以及呼吸的气流,确实都是动物的某些散发物,并且是在碰触到感官使其受影响时激发感官的部分。而动物由于热量和运动更有可能散发出此类物质,因为精气具有某种搏动和扰动,身体受其冲击,便持续不断地发出某些流出物。并且这极有可能是通过眼睛发生的:因为视力极富运动性,伴随着散发火样光辉的精气,播撒出某种惊人的力量,以至于人通过它既承受许多影响,也施加许多作用。因为人因看见的事物而发生转变,便被相应的快感与反感所控制;并且视力为情爱诸感受——这确实是灵魂最巨大且最剧烈的情感——提供了开端,以致相爱者在注视美貌之人时便会消融融化,宛如被吸引过去一样。因此我想,人们大概会特别感到惊奇于那些认为人通过视力承受作用并受到伤害、却不再认为人会通过视力施加作用并造成伤害的人。因为处于盛年之人的相互对视以及从眼中飞落而出的东西——无论是光芒还是流束——都会使相爱者伴随着混杂着痛苦的快乐而消融并毁灭,他们自己将这种快乐称为苦乐参半;因为无论通过触摸还是倾听,人们受创和承受作用的程度都比不上被注视和注视之时。从目光中产生了如此之大的传播与引燃,以致人们会认为那些对米底石脑油在远处被火引燃感到惊奇的人是完全不谙爱情的;因为美人的目光,即使从极远处相对而视,也能在相爱者的灵魂中点燃烈火。而且,我们也屡屡记载黄疸病的救治方法:患者通过注视石鸻而痊愈;这动物似乎具有这样一种本性与体质,能够吸引并接纳通过视线如流水般倾泻而出的病气。因此石鸻不直视患有黄疸的人,也无法忍受他们,而是转过头去紧闭双眼;并非如有些人所认为的那样出于嫉妒而吝啬来自它们的痊愈,而是如同受到打击般受到创伤。而在其他疾病中,相处之人最容易且最迅速染上的便是眼疾;视力赋予并将致病的起因抛向他人,竟具有如此敏锐的力量。”

语法注3 条
  1. 680cτῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως

    带冠词的不定式与格 τῷ ἀπορεῖν 表示原因(“仅仅由于缺乏原因说明”)。ἀπιστεῖσθαι 为受主句动词 ἔφη 支配的被动不定式,以 τὴν ἱστορίαν 为其宾格主语,副词 οὐ δικαίως 修饰整个不定式短语。

  2. 681bτῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων

    属格分词短语 τῶν οἰομένων 用作表示惊奇的情感动词 θαυμάσειεν ἄν 的直接对象属格(“对那些认为……的人感到惊异”)。分词 οἰομένων 内部带有一个以 τὸν ἄνθρωπον 为宾格主语、πάσχειν 与 δρᾶν 为不定式的宾格不定式结构。

  3. 681dοὐ φθονοῦντες, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπʼ αὐτῶν ἰάσεως

    动词 φθονέω(嫉妒、吝啬给予)在此搭配了表示所吝惜之物的属格 τῆς ἰάσεως(“并非出于嫉妒而吝惜来自它们的治愈”),而非通常表示嫉妒对象的人之与格。分词 φθονοῦντες 与句子的主语 οἱ χαραδριοί 保持主格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.7.1-5.7.2