- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.6.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
席间探讨了餐后饱腹却反而比入席之初更感宽敞的缘由,在探讨了躺卧姿势与垫褥沉降等原因后,兰普里阿斯幽默地将其归结为从饥饿的混乱向狄奥尼索斯秩序的转变。
ῥηθέντων δὲ τούτων, εὐθὺς ἐζητεῖτο περὶ τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν κατακειμένων εἶτʼ ἀνέσεως· οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν1 διὰ τὴν ἀπὸ τοῦ δείπνου πλήρωσιν. ἔνιοι μὲν οὖν ἡμῶν τὸ σχῆμα τῆς κατακλίσεως ᾐτιῶντο πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν,2 ἅτε δὴ τὴν δεξιὰν προτείνοντας ἐπὶ τὰς τραπέζας· δειπνήσαντας δʼ ἀναστρέφειν αὑτοὺς μᾶλλον ἐπὶ πλευράν, ὀξὺ τὸ σχῆμα ποιοῦντας τοῦ σώματος καὶ οὐκέθʼ ὡς εἰπεῖν κατʼ ἐπίπεδον, ἀλλὰ κατὰ γραμμὴν τῆς χώρας ἁπτομένους· ὥσπερ οὖν οἱ ἀστράγαλοι τόπον ἐλάττω κατέχουσιν ὀρθοὶ πίπτοντες ἢ πρηνεῖς, οὕτως ἡμῶν ἕκαστον ἐν ἀρχῇ μὲν ἐπὶ στόμα προνεύειν ἀποβλέποντα πρὸς τὴν τράπεζαν ὕστερον δὲ μετασχηματίζειν ἐπὶ βάθος ἐκ πλάτους τὴν κατάκλισιν. οἱ δὲ πολλοὶ τὴν συνένδοσιν τῆς στρωμνῆς προυφέροντο· θλιβομένην γὰρ ἐν τῇ κατακλίσει πλατύνεσθαι καὶ διαχωρεῖν, ὥσπερ τῶν ὑποδημάτων τὰ τριβόμενα, κατὰ μικρὸν ἐνδιδόντα καὶ χαλῶντα τοῖς πόροις, εὐρυχωρίαν τῷ ποδὶ καὶ ἀναστροφὴν παρέχει. ὁ δὲ πρεσβύτης ἅμα παίζων δύʼ ἔφη ταὐτὸ συμπόσιον ἀνομοίους ἔχειν ἐπιστάτας τε καὶ ἡγεμόνας, ἐν ἀρχῇ μὲν τὸν λιμὸν ᾧ τῶν τακτικῶν οὐδὲν μέτεστιν, ὕστερον δὲ τὸν Διόνυσον ὃν πάντες ἄριστον γεγονέναι στρατηγὸν ὁμολογοῦσιν ὥσπερ οὖν ὁ Ἐπαμεινώνδας, εἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπʼ ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών,3 ἐξέλυσε καὶ κατέστησεν εἰς τάξιν· οὕτως ἡμᾶς ἐν ἀρχῇ συμπεφορημένους ὑπὸ τοῦ λιμοῦ κυνηδὸν ἄρτι παραλαμβάνων ὁ Λυαῖος θεὸς καὶ Χορεῖος εἰς τάξιν ἱλαρὰν καὶ φιλάνθρωπον καθίστησιν.
在说了这些话之后,众人随即探究起席间卧靠者起初感到拥挤而随后反而宽敞的原因;由于进餐后的饱胀,本来理应发生相反的情形才是。 我们当中的有些人归咎于卧靠的姿势:因为就餐时宾客大体上是横卧着展开身体的,毕竟要向餐桌伸出右手;而在吃完饭后,他们更多地侧过身去,使身体的轮廓变细,可以说是不再沿着一个平面、而是沿着一条线去接触席位。因此,正如掷骰骨直立落下时比平卧落下时所占的地面更小一样,我们当中的每个人起初都是面向餐桌前倾伏卧,后来则把卧靠的姿势从横向的宽度转变成了纵向的深度。 然而多数人则提出了垫褥的沉陷下凹作为理由;因为受到躺卧的挤压,垫褥便被压扁并向四周散开,正如穿久磨合的鞋子逐渐松展且孔隙变宽,从而给脚部提供了宽裕的空间与活动余地一样。 但老人打趣着说,同一场宴会其实有着两位截然不同的掌管者与统帅:起初是毫无排兵布阵之术的饥饿,随后则是人人都公认为最优秀将领的狄奥尼索斯。正如伊巴密浓达在将领们因缺乏经验而将方阵投入险阻地形、致使方阵自相践踏且陷于混乱时接管过来,化解了纠结并使其重归秩序;同样,对于起初被饥饿驱使如犬群般混杂挤成一堆的我们,如今刚刚接手的解厄之神与歌舞之神,便把我们安排进了欢快而亲善的秩序之中。
- 1οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν
关系代名词 οὗ 为中性单数属格,指代前句所述的整个事实(即起初拥挤而随后宽松)。未完成过去时 εἰκὸς ἦν 表达未曾实现的合情期待(“本来理应发生相反情况的”)。
- 1πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν
承接上文动词 ᾐτιῶντο(归咎于)的间接引语“宾格加不定词”结构。不定词 δειπνεῖν 的逻辑主语(宾客们)未直接以代词呈现,而是体现为宾格分词 κατακειμένους,并由作状语用的述部形容词 πλατεῖς(平展横卧地)加以修饰。
- 680bεἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπʼ ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών
语序具有较大倒装与离隔(hyperbaton)的复杂句。此短语骨干为分词 ὑπολαβών(接管),其宾语是置于其前的 τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην(自相碰撞且陷入混乱的方阵)。句首的介词短语 εἴς τινα δυσχωρίαν 则在语法上依附于紧随其后的属格独立结构 τῶν στρατηγῶν ... εἰσβαλλόντων(当将领们将其推进至险阻地带时)。
