- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.5.1-5.5.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过对比从亚历山大里亚归来后拥挤喧闹的宴会与奥内西克拉特斯清简适度的晚餐,祖父兰普里阿斯指出在请客上也须懂得知止节制,主张依场合少次多批地延请相宜的宾客,以维系真正的交谈与友谊。
τὸ περὶ τὰς κατακλίσεις φαινόμενον ἄτοπον πλείονα λόγον παρέσχεν ἐν ταῖς ὑποδοχαῖς, ἃς ἐποιεῖτο τῶν φίλων ἕκαστος ἑστιῶν ἡμᾶς ἥκοντας ἀπὸ τῆς Ἀλεξανδρείας· ἐκαλοῦντο γὰρ ἀεὶ πολλοὶ τῶν ὁπωσοῦν προσήκειν δοκούντων, καὶ τὰ συμπόσια θορυβώδεις εἶχε τὰς συμπεριφορὰς καὶ τὰς διαλύσεις ταχείας. ἐπειδὴ δʼ Ὀνησικράτης ὁ ἰατρὸς οὐ πολλοὺς ἀλλὰ τοὺς σφόδρα συνήθεις καὶ οἰκειοτάτους παρέλαβεν ἐπὶ τὸ δεῖπνον, ἐφάνη μοι τὸ λεγόμενον ὑπὸ Πλάτωνος αὐξομένην πόλιν οὐ πόλιν1 συμποσίῳ δεδόσθαι. καὶ γὰρ συμποσίου μέγεθος ἱκανόν ἐστιν, ἄχρι οὗ συμπόσιον ἐθέλει μένειν· ἐὰν δʼ ὑπερβάλῃ διὰ πλῆθος, ὡς μηκέτι προσήγορον ἑαυτῷ μηδὲ συμπαθὲς εἶναι ταῖς φιλοφροσύναις μηδὲ γνώριμον, οὐδὲ συμπόσιόν ἐστι. δεῖ γὰρ οὐχ ὥσπερ ἐν στρατοπέδῳ διαγγέλοις οὐδʼ ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς· αὐτοὺς δὲ διʼ ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος.2
在我们从亚历山大里亚归来时,诸位朋友各自设宴款待我们,席间因座次安排所显出的不当引发了更多的议论;因为凡是看来有任何瓜葛的人总是被大批召来,以致宴饮过程中交际喧嚣,散席又仓促草率。但当医生奥内西克拉特斯没有宴请大群宾客,而是只接纳极亲密且最熟悉的朋友共进晚餐时,在我看来,柏拉图所说“不断扩大的城邦便不成其为城邦”的那句话,正可应用于宴会。因为宴会适当的规模,就在于它只要还能维持作为一个宴会的界限;若因人数过多而越过了限度,以致宾客之间既不能彼此搭话,也不能在款待的情谊中相互共鸣,更无法彼此相识,那它甚至连宴会都算不上了。因为我们不应像在军营中那样使用传令官,也不应像在三层桨战船上那样使用号令手;而是大家应当亲自相互交往,正如在合唱队中,宴席使处在边缘位置的队员也能听清领唱者的声音一样。
ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, εἰς μέσον ἤδη φθεγξάμενος ὁ πάππος ἡμῶν Λαμπρίας ἆρʼ οὖν εἶπεν οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις δεόμεθα τῆς ἐγκρατείας; ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν. ἔμοιγʼ οὖν οὔτʼ ἄρτος οὔτʼ οἶνος ἐπιλείπων τοῖς κεκλημένοις οὕτω δοκεῖ τὸν κεκληκότα ποιεῖν γελοῖον, ὡς χώρα καὶ τόπος· ὧν καὶ μὴ κεκλημένοις ἀλλʼ ἐπελθοῦσιν αὐτομάτως ξένοις καὶ ἀλλοτρίοις ἀεὶ παρεσκευασμένην ἀφθονίαν ὑπάρχειν δεῖ. ἔτι δʼ ἄρτου μὲν καὶ οἴνου ἐπιλιπόντων, ἔστι καὶ τοὺς οἰκέτας ὡς κλέπτοντας αἰτιᾶσθαι· τόπου δὲ πενία καὶ κατανάλωσις εἰς πλῆθος ὀλιγωρία τίς ἐστι τοῦ καλοῦντος. εὐδοκιμεῖ δὲ θαυμαστῶς καὶ Ἡσίοδος εἰπών "ἤτοι μὲν πρώτιστα χάος γένετʼ·" χώραν γὰρ ἔδει καὶ τόπον προϋποκεῖσθαι τοῖς γενομένοις, οὐχ ὡς χθὲς οὑμὸς υἱός ἔφη τὸ Ἀναξαγόρειον ἦν ὁμοῦ πάντα χρήματα τὸ σύνδειπνον ἐποίησεν. οὐ μὴν ἀλλὰ κἂν τόπος ὑπάρχῃ καὶ παρασκευή, τὸ πλῆθος αὐτὸ φυλακτέον, ὡς ἄμικτον τὴν συνουσίαν ποιοῦν καὶ ἀπροσήγορον· οἴνου γὰρ ἀνελεῖν ἧττόν ἐστι κακὸν ἢ λόγου κοινωνίαν ἐκ δείπνου. διὸ καὶ Θεόφραστος ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. λόγων δὲ κοινωνίαν ἀναιροῦσιν οἱ πολλοὺς εἰς ταὐτὸ συμφοροῦντες, μᾶλλον δʼ ὀλίγους ποιοῦσιν ἀλλήλοις συνεῖναι· καὶ κατὰ δύο γὰρ ἢ τρεῖς ἀπολαμβάνοντες ἐντυγχάνουσι καὶ προσδιαλέγονται, τοὺς δὲ πόρρω κατακειμένους οὐδʼ ἴσασιν οὐδὲ προσορῶσιν ἵππου δρόμον ἀπέχοντας "ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδʼ ἐπʼ Ἀχιλλῆος." ὅθεν οὐκ ὀρθῶς οἱ πλούσιοι νεανιεύονται κατασκευάζοντες οἴκους τριακοντακλίνους καὶ μείζους· ἀμίκτων γὰρ αὕτη καὶ ἀφίλων δείπνων ἡ παρασκευὴ καὶ πανηγυριάρχου μᾶλλον ἢ συμποσιάρχου δεομένων. ἀλλʼ ἐκείνοις μὲν ταῦτα συγγνώμη ποιεῖν· ἄπλουτον γὰρ οἴονται τὸν πλοῦτον καὶ τυφλὸν ἀληθῶς καὶ ἀνέξοδον, ἂν μὴ μάρτυρας ἔχῃ, καθάπερ τραγῳδία, θεατάς· ἡμῖν δʼ ἂν ἴαμα γένοιτο τοῦ πολλοὺς ὁμοῦ συνάγειν τὸ πολλάκις κατʼ ὀλίγους παραλαμβάνειν. οἱ γὰρ σπανίως καί διʼ Ἅρματος3 ὥς φασιν ἑστιῶντες ἀναγκάζονται τὸν ὁπωσοῦν ἐπιτήδειον ἢ γνώριμον καταγράφειν οἱ δὲ συνεχέστερον κατὰ τρεῖς ἤ τέτταρας ἀναλαμβάνοντες, ὥσπερ πορθμεῖα τὰ συμπόσια κοῦφά τε ποιοῦσι. ποιεῖ δέ τινα τοῦ πολλοῦ τῶν φίλων πλήθους διάκρισιν καὶ ὁ τῆς αἰτίας διηνεκὴς ἐπιλογισμός· ὡς γὰρ ἐπὶ τὰς χρείας οὐ πάντας ἀλλὰ τοὺς ἁρμόττοντας ἑκάστῃ παρακαλοῦμεν, βουλευόμενοι μὲν τοὺς φρονίμους δικαζόμενοι δὲ τοὺς λέγοντας, ἀποδημοῦντες δὲ τοὺς ἐλαφροὺς μάλιστα τοῖς βιωτικοῖς καὶ σχολὴν ἄγοντας· οὕτως ἐν ταῖς ὑποδοχαῖς ἑκάστοτε τοὺς ἐπιτηδείους παραληπτέον. ἐπιτήδειοι δὲ τῷ μὲν ἡγεμόνι δειπνίζοντι συνδειπνεῖν οἵ τʼ ἄρχοντες, ἐὰν ὦσι φίλοι, καὶ οἱ πρῶτοι τῆς πόλεως ἐν δὲ γάμοις ἢ καὶ γενεθλίοις οἱ κατὰ γένος προσήκοντες καὶ Διὸς ὁμογνίου κοινωνοῦντες· ἐν δὲ ταῖς τοιαύταις ὑποδοχαῖς ἢ προπομπαῖς τοὺς ἐκείνων μάλιστα κεχαρισμένους εἰς ταὐτὸ συνακτέον. οὐδὲ γὰρ θεῷ θύοντες πᾶσι τοῖς ἄλλοις θεοῖς, μάλιστα καὶ συννάοις καὶ συμβώμοις, κατευχόμεθα, ἀλλὰ τριῶν κρατήρων κιρναμένων, τοῖς μὲν ἀπὸ τοῦ πρώτου σπένδομεν τοῖς δʼ ἀπὸ τοῦ δευτέρου τοῖς δʼ ἀπὸ τοῦ τελευταίου· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται·4 θεῖος δέ που καὶ ὁ τῶν φίλων χορὸς εὐγνωμόνως διανεμόμενος ἐν ταῖς συμπεριφοραῖς.
在我说了这些之后,我们的祖父兰普里阿斯已在众人当中发言道:“难道我们不仅在晚餐本身上,而且在邀请宾客上也需要克制吗?因为我认为确实存在某种好客之心的无节制,它不放过任何一位共饮者,而是将所有人都拉拢过来,仿佛是去看戏或听讲座一般。在我看来,比起面包或葡萄酒的短缺,座席与空间的缺乏才更使宴请者显得可笑;对于空间而言,即使是对那些未受邀请、不期而至的异乡人与外客,也应当始终备有充足的余地。此外,如果面包与葡萄酒短缺,还可以责备家奴偷窃;然而空间的匮乏以及因宾客众多而消耗殆尽,则是邀请者的一种疏忽怠慢。赫西俄德所说的那句话也赢得了惊人的赞誉: ‘确实,最先产生的是混沌;’ 因为对于生成的事物而言,理当预先具备空间和场所作为基础,而不该像我儿子昨天那样,按照阿那克萨哥拉的格言 ‘万物混杂在一起’ 来操办晚宴。不仅如此,即便空间与陈设都很充裕,过多的宾客本身也必须加以提防,因为它会使聚会变得无法亲近交流且难以交谈;因为从晚餐中抽去言谈的分享,其害处甚至比抽去葡萄酒还要严重。因此泰奥弗拉斯托斯也曾打趣地将理发店称为‘无酒的宴会’,就是因为坐在那里的人喋喋不休。但那些把许多人聚在同一场所的人,取消了言谈的共有,或者不如说使彼此在一起相聚的人变得寥寥无几;因为他们两三人分成一组交谈接谈,而对躺在远处的人则既不认识也不顾及,彼此相隔正如跑马道那么遥远, 正如‘一端延至特拉蒙之子埃阿斯的营帐, 另一端延至阿喀琉斯的营帐’一样。 因此富人们建造摆放三十张躺椅的大厅乃至更大的厅堂来炫耀气派,是极不恰当的;因为这种排场属于互不交际且没有友情的晚宴,所需要的与其说是宴会主持者,不如说是大型节庆典礼的执事。不过宽恕他们做出这种事倒也无妨;因为他们认为,财富若没有见证人,就像悲剧没有观众一样,是真正盲目、走投无路且不成为财富的。但对我们而言,治愈将众人聚在一处之弊的方法,就是频繁地每次接纳少数人。因为那些罕得宴请宾客、如人们所说‘隔着哈尔马闪电的周期’才宴请一次的人,不得不把任何勉强算作熟识或相识的人都登记在册;而那些更持续地每次接纳三四个人的人,则使宴会如渡船般轻盈自在。对缘由的持续思量也能对庞大的友人人数做出某种区分;因为正如我们不会为了所有的事务招引所有人,而是针对每项事务召集相宜之人——在商议决策时召集明智者,在诉讼对簿时召集善辩者,在远游出行时尤其召集生活无累且有闲暇者——在宴客招待时亦应每次接纳适宜之人。当长官设宴时,适宜共餐的是官员们(若是朋友)以及城中的要人;在婚礼或生日宴上,则是宗族亲属以及同奉宗族之神宙斯的人;而在这样的接待或送别场合,则应当把最能令他们欣悦的人聚在一处。因为即使我们向一位神明献祭时,也不会同时向所有其他神明祈求,尤其是那些同殿同坛的神明;而是在调和三尊调酒缸时,我们从第一缸向某些神献奠酒,从第二缸向另一些神献,从最后一缸又向其余的神献; ‘因为嫉妒立于神圣歌舞队之外;’ 我想,在交际交往中明智审慎地予以分配的友人歌舞队,也同样是神圣的。”
- 678dαὐξομένην πόλιν οὐ πόλιν
此句典出柏拉图《理想国》(423b-c),作为格言被置于由 ἐφάνη μοι τὸ λεγόμενον ... συμποσίῳ δεδόσθαι(在我看来那句俗谚……亦适用于宴席)所统摄的宾格不定式结构中。宾格分词短语 αὐξομένην πόλιν 与表语 οὐ πόλιν 构成“不断扩大的城邦便不成其为城邦”之意。
- 678eὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος
属格独立结构,以 τοῦ συμποσίου ... ἔχοντος 为核心骨架,ὥσπερ χοροῦ 作为比喻修饰语插入其中。τὸν κρασπεδίτην(排在边缘的合唱队员)为分词 ἔχοντος 的直接宾语,συνήκοον(能听见的)作宾语补足语,τῷ κορυφαίῳ(领唱者)为受 συνήκοον 支配的与格。
- 679cδιʼ Ἅρματος
惯用介词短语,源自阿提卡与维奥蒂亚交界处的地名“哈尔马(Ἅρμα)”。相传派往德尔斐的使团须长久观测哈尔马方向天空的雷电才得启程,故谚指“极罕见地”或“隔极长周期地”,在此与前面的副词 σπανίως(罕有地)重叠呼应以加强语气。
- 679eφθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται
直接引用柏拉图《斐德罗篇》(247a)的名句(“嫉妒立于神圣歌舞队之外”)。紧接着后文的“在交往中善加分配的友人歌舞队也同样是神圣的”,以此论证将朋友分批适量邀请绝非出于排挤或招致嫉妒,反倒合乎神圣合唱队的和谐秩序。
