- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.4.1-5.4.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对阿喀琉斯吩咐倒出“更浓之酒”(zoroteron)的情节,同席者试图将其解释为“温酒”、“调和之酒”或“陈酒”来为之辩护,而讲述者则反驳了这种过度附会,论证阿喀琉斯确实是指字面上的浓酒,这是出于对年迈战士的体贴与养生医理的考量。
γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων "οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ." Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι "ζωρά τε τὰ πρὶν ἄκρητα," μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ ζα μέγεθος εἰωθέναι σημαίνειν· ὅθεν τὸν πολυετῆ καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.
在同席者中,有些人觉得阿喀琉斯显得很可笑,因为他命令帕特罗克洛斯倒出更浓的酒,接着又附加了这样的理由: “因最亲爱的人们在我的屋檐下。” 我们的同伴、马其顿人尼凯拉托斯便断然主张,“佐龙”指的不是纯浓的酒,而是温热的酒,源自“有生命的”和“沸腾”,而且在同伴们到来时从头新调配一缸酒确实合情合理;因为我们在准备向诸神奠酒时,也会准备新调的酒。诗人索西克勒斯则想起恩培多克勒曾说过在普遍的转变中会出现“先前未经调和之物变成了适度调和之物”,便声称那人所说的“佐龙”与其说是纯酒,不如说是调和得当的酒;而且阿喀琉斯叮嘱帕特罗克洛斯将酒调制得适于饮用,并无任何不合情理之处;如果他用“佐罗特龙”代替“佐龙”,正如用“代克西特洛斯”代替“代克西奥斯”,用“忒吕特龙”代替“忒吕斯”一样,也并不奇怪,因为人们普遍用比较级来代替原级。而同伴安提帕特罗则说,古语中岁时被称为“霍洛伊”,而“扎-”通常表示巨大;因此陈年的老酒被阿喀琉斯称作“佐龙”。
ἐγὼ δʼ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως ἐσομένου1 καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλʼ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων τὸ σέλινον οὐκ ἀλόγως, ἀλλʼ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως ἵπποι τοὺς πόδας·2 ἔστι δὲ τούτου μάλιστʼ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα τοιοῦτον χιλόν. ἀλλʼ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θʼ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε.3 καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλʼ ἀπηνὴς ὁ Ἀχιλλεύς "οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, ἀλλὰ μάλʼ ἐμμεμαώς·" καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς φησὶν ἀύπνους νύκτας ἰαῦσαι· βραχὺς δʼ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε ἡ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν.
然而我提醒他们,有些人主张“佐罗特龙”意指“温热的”,而“更温热的”则意指“更快地”;正如我们常常催促侍奉之人更热情地投入侍奉一样。但我指出他们的好胜心未免幼稚,害怕承认“佐罗特龙”指的是更浓的酒,仿佛阿喀琉斯会陷入某种荒谬的指责之中,正如安菲波利斯的佐伊罗斯所揣度的那样;佐伊罗斯却不知道,首先,阿喀琉斯深知福尼克斯和奥德修斯年事已高,像其他老年人一样不喜欢寡淡的薄酒,而偏爱更浓的酒,因而命令加强浓度。其次,阿喀琉斯身为喀戎的门生,对身体调养并非外行,他自然算定,对于一反常态处于闲暇停工的身体而言,清淡柔和的调配才适宜。事实上,他将野芹与其他饲料一同喂给马匹绝非毫无缘由,而是因为反常歇息的马匹足部易受损伤,而野芹正是医治此症的最佳良药。无论如何,在《伊利亚特》中你是找不到有别的马匹被喂食野芹或诸如此类的草料的。然而通晓医道的阿喀琉斯不仅因时制宜地照料了马匹,而且在闲居时为自己的身体安排了最清淡的调养,视其为最健康的养生之道;但他认为不能让整日处于战斗与角力中的勇士们与闲散之人享有相同的调养,便下令加浓调制。况且阿喀琉斯生性看来并不嗜酒,反倒颇为严苛: “因他绝非性情温存之人,亦非心思柔和, 而是极其勇猛暴烈;”而且他在某处为自己坦直辩白时说道: “度过了许多不眠之夜;”但短暂的睡眠对于饮用纯酒之人是远远不够的。此外,他在辱骂阿伽门农时,首先称他为“沉湎于酒的醉汉”,可见他把酗酒视为诸多病态中最可憎恶之事。正因所有这一切,当那几位勇士到来时,他想到自己平日习惯的调配比例对他们而言或许太淡且不相适宜,乃是完全合情合理的。
- 677eὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως ἐσομένου
由 ὡς 引导的将来时分词属格独立结构,表示论者主观上的担忧或设想(“仿佛阿喀琉斯将陷入某种荒谬的过失之中”)。
- 678aβλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως ἵπποι τοὺς πόδας
τοὺς πόδας 为关系宾格(限制宾格),用于限定被动动词 βλάπτονται 所作用的身体部位(“在足部受损”)。
- 678aἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε.
主句骨干为 ἐκέλευσε(主动词)带不定式 ἐπιτεῖναι τὴν κρᾶσιν(“下令加浓调制”)。带否定词的分词 οὐχ ... ἀξιῶν(“认为不当”)支配及物不定式 διαιτᾶν(“施以调养”),对格 ἄνδρας ... γεγενημένους 为该不定式的直接宾语,而与格 τοῖς ἀργοῦσιν 则依附于副词 ὁμοίως(“与无所事事者相同”)。
