← 普鲁塔克

食桌谈话录

§5.3.2-5.3.3

伊斯特米亚赛会松冠与芹冠的起源之争

一位修辞学者引用喜剧、蒂迈欧的史乘与题铭,主张伊斯特米亚竞技会原先使用的是野芹冠,以此质疑松树冠的古老地位。对此,卢卡纽斯援引欧福里翁、卡利马科斯的诗句与学园派哲学家普罗克勒斯的记述进行反驳,证明松树确为最初的冠冕,野芹只是因与内梅亚赛会争胜而短暂取而代之,随后松树又重获传统荣光。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.2

ὡς δὲ ταῦτʼ ἐρρήθη, τῶν ῥητόρων ὁ μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοις ὦ πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην1 στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς σελίνοις ἐστέφοντο; καὶ τοῦτʼ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος "τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος." ἱστορεῖ δὲ καὶ Τίμαιος ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ σέλινα κομίζοντες· οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον εἶναι, καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου2 φαμένων, ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ· σύγκειται δʼ οὕτω "χθὼν ἡ παλὰς γῆ, πυρὶ κατῃθαλωμένη κεύθει κελαινὸν αἷμα Διονύσου θεοῦ, ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα." ἦ ταῦθʼ εἶπεν οὐκ ἀνεγνώκαθʼ ὑμεῖς οἱ τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματος ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον· ἔφη τοῦ πλήθους τῶν γραμμάτων·3 ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον· εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα "κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι κάτθεσαν, ὁκκότε δὴ στεφάνων ἄθλοις φορέονται. οὐ γάρ πω τρηχεῖα λαβὴ κατεμήσατο χειρῶν μήνης παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ, ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο·" Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου "καί μιν Ἀλητιάδαι, πουλὺ γεγειότερον τοῦδε παρʼ Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν, ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ." ἔτι δʼ οἶμαι Προκλέους ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ Ξενοκράτει συσχολασάντων.

这些话说完之后,修辞学者中那位公认最饱读经籍的人“啊,凭诸神起誓,”说道, “松树在这里成为伊斯特米亚竞技会的冠冕,难道不是才昨天前天的事吗?此前人们戴的不都是野芹冠吗?这在喜剧里也能听到一个守财奴这样说: " 我愿欣然将伊斯特米亚赛会卖掉, 只要能值一顶野芹冠的价格。 " 此外,历史学家蒂迈欧也记述道,当科林斯人为西西里而进军与迦太基人作战时,遇见了一些运送野芹的人;众人把这一征兆视为不祥之兆,因为野芹被认为与丧葬有关,且人们常说危重病人需要野芹,此时蒂莫利昂鼓励了他们,提醒他们想起科林斯人在伊斯特米亚为优胜者加冕所用的野芹。再者,安提柯的旗舰由于船尾周围自发长出野芹,便被命名为‘伊斯特米亚号’。而且那首费解的题铭显然也是指用野芹塞住的陶罐;其辞如下: "大地,这古老的泥土,经烈火焚化成灰, 隐匿着狄奥尼索斯神的黑赤之血, 其口中衔着伊斯特米亚的枝柯。" “难道这些东西,” 他说, “你们这些把松树赞颂为非外来、亦非新造、而是伊斯特米亚竞技会古老相传之冠冕的人,竟未曾读过吗?” 于是,他如同一位博学多闻且熟稔典籍之人那样,令在座的年轻人动摇了。然而卢卡纽斯看着我,同时微笑着 “波塞冬啊,” 说道, “好惊人的引经据典!然而其他人看来正是利用了我们的无知与寡闻,使我们信服了恰恰相反的说法:松树本是竞技会祖传的桂冠,但出于对内梅亚的竞争之心,那属于外来的野芹冠因赫拉克勒斯的缘故而被引入,并在占据上风后掩盖了松树作为合宜圣物的光芒;然而后来随着时间的推移,松树再次夺回了祖传的殊荣,重现荣耀。无论如何,我当时被说服了并用心倾听,以至于牢记并背诵了许多证词;例如欧福里翁论及墨利客耳忒斯时大致这样说: " 他们哭泣着将那少年安放在哀恸的松树下, 正值人们在竞技中佩戴松枝为冠之时。 因为双手粗暴的扭扼尚未在阿索波斯之母身旁 制伏那月亮所生的凶兽, 自那时起,人们才将茂密的野芹戴在双鬓。" 而卡利马科斯则说得更为明晰;赫拉克勒斯在他的〔诗〕中说起野芹道: "阿勒忒斯的子孙们在爱盖翁神身旁 举行远比这更古老的竞技会时, 出于对内梅亚赛会的竞胜之心,将定它为伊斯特米亚胜利的标志; 却会贬抑那先前为埃费拉的 健儿们加冕的松树。" 此外,我想我曾读到过普罗克勒斯的著述,他记录伊斯特米亚竞技会的历史,提到他们设立的第一场比赛是以松树冠为奖赏的;但后来,当该赛事成为神圣竞技会时,他们从内梅亚盛会那里将野芹冠移植到了这里。这位普罗克勒斯正是曾在学园与色诺克拉底一同研习的同门之一。

语法注3 条
  1. 2οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην

    由 οὐ γάρ 引导的修辞疑问句,带有强烈的肯定倾向并期待肯定回答(意为“难道不是……吗”)。词组 ἐχθὲς καὶ πρῴην(“昨天与前天”)是希腊语表示“前不久”、“最近”的固定成语,用于强调松树冠并非古老传统,而是新近采用之物。

  2. 676dδεῖσθαι τοῦ σελίνου

    “需要野芹”是一句希腊谚语,意为“濒临死亡”或“病入膏肓”。这源于将野芹用于丧葬礼仪以及种植于坟墓周围的习俗,构成了士兵们将运载野芹视作不祥征兆的原因。

  3. 676eτοῦ πλήθους τῶν γραμμάτων

    感叹属格。紧跟在感叹词 ὦ Πόσειδον 之后,属格名词无须动词支配而独立出现,用以表达引起惊异或叹服的对象与原因,此处指对方列举的大量文献引证与博学表现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.3.2-5.3.3